9.14 Μαρδόνιος μὲν δὴ ὑπεξεχώρεε , ἤδη δὲ ἐν τῇ ὁδῷ ἐόντι αὐτῷ ἦλθε ἀγγελίη ἄλλη πρόδρομον ἄλλην στρατιὴν ἥκειν ἐς Μέγαρα , Λακεδαιμονίων χιλίους . Πυθόμενος δὲ ταῦτα ἐβουλεύετο , θέλων εἴ κως τούτους πρῶτον ἕλοι · ὑποστρέψας δὲ τὴν στρατιὴν ἦγε ἐπὶ τὰ Μέγαρα , δὲ ἵππος προελθοῦσα κατιππάσατο χώρην τὴν Μεγαρίδα · ἐς ταύτην δὴ ἑκαστάτω τῆς Εὐρώπης τὸ πρὸς ἡλίου δύνοντος Περσικὴ αὕτη στρατιὴ ἀπίκετο .