9.12 Οἱ μὲν δὴ ἐς τὸν Ἰσθμὸν ἠπείγοντο . Ἀργεῖοι δὲ ἐπείτε τάχιστα ἐπύθοντο τοὺς μετὰ Παυσανίεω ἐξεληλυθότας ἐκ Σπάρτης , πέμπουσι κήρυκα τῶν ἡμεροδρόμων ἀνευρόντες τὸν ἄριστον ἐς τὴν Ἀττικήν , πρότερον αὐτοὶ Μαρδονίῳ ὑποδεξάμενοι σχήσειν τὸν Σπαρτιήτην μὴ ἐξιέναι · ὃς ἐπείτε ἀπίκετο ἐς τὰς Ἀθήνας ἔλεγε τάδε · ʹ Μαρδόνιε , ἔπεμψάν με Ἀργεῖοι φράσοντά τοι ὅτι ἐκ Λακεδαίμονος ἐξελήλυθε νεότης , καὶ ὡς οὐ δυνατοὶ αὐτὴν ἴσχειν εἰσὶ Ἀργεῖοι μὴ οὐκ ἐξιέναι .
9.13 Πρὸς ταῦτα τύγχανε εὖ βουλευόμενος . ʹ μὲν δὴ εἴπας ταῦτα ἀπαλλάσσετο ὀπίσω , Μαρδόνιος δὲ οὐδαμῶς ἔτι πρόθυμος ἦν μένειν ἐν τῇ Ἀττικῇ , ὡς ἤκουσε ταῦτα . Πρὶν μέν νυν πυθέσθαι ἀνεκώχευε , θέλων εἰδέναι τὸ παρ’ Ἀθηναίων , ὁκοῖόν τι ποιήσουσι , καὶ οὔτε ἐπήμαινε οὔτε ἐσίνετο γῆν τὴν Ἀττικήν , ἐλπίζων διὰ παντὸς τοῦ χρόνου ὁμολογήσειν σφέας · ἐπεὶ δὲ οὐκ ἔπειθε , πυθόμενος τὸν πάντα λόγον , πρὶν τοὺς μετὰ Παυσανίεω ἐς τὸν Ἰσθμὸν ἐσβαλεῖν , ὑπεξεχώρεε ἐμπρήσας τε τὰς Ἀθήνας , καὶ εἴ κού τι ὀρθὸν ἦν τῶν τειχέων τῶν οἰκημάτων τῶν ἱρῶν , πάντα καταβαλὼν καὶ συγχώσας . Ἐξήλαυνε δὲ τῶνδε εἵνεκεν , ὅτι οὔτε ἱππασίμη χώρη ἦν Ἀττική , εἴ τε νικῷτο συμβαλών , ἀπάλλαξις οὐκ ἦν ὅτι μὴ κατὰ στεινόν , ὥστε καὶ ὀλίγους σφέας ἀνθρώπους ἴσχειν · ἐβουλεύετο ὦν ἐπαναχωρήσας ἐς τὰς Θήβας συμβαλεῖν πρὸς πόλι τε φιλίῃ καὶ ἐν χώρῃ ἱππασίμῳ .