9.11 Οἱ μὲν δὴ σὺν Παυσανίῃ ἐξεληλύθεσαν ἔξω Σπάρτης · οἱ δὲ ἄγγελοι , ὡς ἡμέρη ἐγεγόνεε , οὐδὲν εἰδότες περὶ τῆς ἐξόδου ἐπῆλθον ἐπὶ τοὺς ἐφόρους , ἐν νόῳ δὴ ἔχοντες ἀπαλλάσσεσθαι καὶ αὐτοὶ ἐπὶ τὴν ἑωυτοῦ ἕκαστος · ἐπελθόντες δὲ ἔλεγον τάδε · ʹ Ὑμεῖς μέν , Λακεδαιμόνιοι , αὐτοῦ τῇδε μένοντες Ὑακίνθιά τε ἄγετε καὶ παίζετε , καταπροδόντες τοὺς συμμάχους · Ἀθηναῖοι δὲ ὡς ἀδικεόμενοι ὑπὸ ὑμέων χήτεΐ τε συμμάχων καταλύσονται τῷ Πέρσῃ οὕτω ὅκως ἂν δύνωνται . Καταλυσάμενοι δέ , δῆλα γὰρ ὅτι σύμμαχοι βασιλέος γινόμεθα , συστρατευσόμεθα ἐπὶ τὴν ἂν ἐκεῖνοι ἐξηγέωνται · ὑμεῖς δὲ τὸ ἐνθεῦτεν μαθήσεσθε ὁκοῖον ἄν τι ὑμῖν ἐξ αὐτοῦ ἐκβαίνῃ . ʹ Ταῦτα λεγόντων τῶν ἀγγέλων οἱ ἔφοροι εἶπαν ἐπ’ ὅρκου καὶ δὴ δοκέειν εἶναι ἐν Ὀρεσθείῳ στείχοντας ἐπὶ τοὺς ξείνους · ξείνους γὰρ ἐκάλεον τοὺς βαρβάρους . Οἱ δὲ ὡς οὐκ εἰδότες ἐπειρώτων τὸ λεγόμενον , ἐπειρόμενοι δὲ ἐξέμαθον πᾶν τὸ ἐόν , ὥστε ἐν θώματι γενόμενοι ἐπορεύοντο τὴν ταχίστην διώκοντες · σὺν δέ σφι τῶν περιοίκων Λακεδαιμονίων λογάδες πεντακισχίλιοι ὁπλῖται τὠυτὸ τοῦτο ἐποίευν .