9.9 Τέλος δὲ τῆς τε ὑποκρίσιος καὶ ἐξόδου τῶν Σπαρτιητέων ἐγένετο τρόπος τοιόσδε · τῇ προτεραίῃ τῆς ὑστάτης καταστάσιος μελλούσης ἔσεσθαι Χίλεος ἀνὴρ Τεγεήτης , δυνάμενος ἐν Λακεδαίμονι μέγιστον ξείνων , τῶν ἐφόρων ἐπύθετο πάντα λόγον τὸν δὴ οἱ Ἀθηναῖοι ἔλεγον . Ἀκούσας δὲ ταῦτα Χίλεος ἔλεγε ἄρα σφι τάδε · ʹ Οὕτω ἔχει , ἄνδρες ἔφοροι · Ἀθηναίων ἡμῖν μὲν ἐόντων μὴ ἀρθμίων , τῷ δὲ βαρβάρῳ συμμάχων , καίπερ τείχεος διὰ τοῦ Ἰσθμοῦ ἐληλαμένου καρτεροῦ , μεγάλαι κλισιάδες ἀναπεπτέαται ἐς τὴν Πελοπόννησον τῷ Πέρσῃ . Ἀλλ’ ἐσακούσατε , πρίν τι ἄλλο Ἀθηναίοισι δόξαι σφάλμα φέρον τῇ Ἑλλάδι . ʹ
9.10 μέν σφι ταῦτα συνεβούλευε · οἱ δὲ φρενὶ λαβόντες τὸν λόγον αὐτίκα , φράσαντες οὐδὲν τοῖσι ἀγγέλοισι τοῖσι ἀπιγμένοισι ἀπὸ τῶν πολίων , νυκτὸς ἔτι ἐκπέμπουσι πεντακισχιλίους Σπαρτιητέων κατ’ ἑπτὰ περὶ ἕκαστον τάξαντες τῶν εἱλώτων , Παυσανίῃ τῷ Κλεομβρότου ἐπιτρέψαντες ἐξάγειν . Ἐγίνετο μέν νυν ἡγεμονίη Πλειστάρχου τοῦ Λεωνίδεω · ἀλλ’ μὲν ἦν ἔτι παῖς , δὲ τούτου ἐπίτροπός τε καὶ ἀνεψιός . Κλεόμβροτος γὰρ Παυσανίεω μὲν πατὴρ Ἀναξανδρίδεω δὲ παῖς οὐκέτι περιῆν , ἀλλ’ ἀπαγαγὼν ἐκ τοῦ Ἰσθμοῦ τὴν στρατιὴν τὴν τὸ τεῖχος δείμασαν μετὰ ταῦτα οὐ πολλόν τινα χρόνον βιοὺς ἀπέθανε . Ἀπήγαγε δὲ τὴν στρατιὴν Κλεόμβροτος ἐκ τοῦ Ἰσθμοῦ διὰ τόδε · θυομένῳ οἱ ἐπὶ τῷ Πέρσῃ ἥλιος ἀμαυρώθη ἐν τῷ οὐρανῷ . Προσαιρέεται δὲ ἑωυτῷ Παυσανίης Εὐρυάνακτα τὸν Δωριέος , ἄνδρα οἰκίης ἐόντα τῆς αὐτῆς .