9.7b Καὶ τὸ μὲν ἀπ’ ἡμέων οὕτω ἀκίβδηλον ἐὸν νέμεται ἐπὶ τοὺς Ἕλληνας . Ὑμεῖς δὲ ἐς πᾶσαν ἀρρωδίην τότε ἀπικόμενοι μὴ ὁμολογήσωμεν τῷ Πέρσῃ , ἐπείτε ἐξεμάθετε τὸ ἡμέτερον φρόνημα σαφέως , ὅτι οὐδαμὰ προδώσομεν τὴν Ἑλλάδα , καὶ διότι τεῖχος ὑμῖν διὰ τοῦ Ἰσθμοῦ ἐλαυνόμενον ἐν τέλεΐ ἐστι , καὶ δὴ λόγον οὐδένα τῶν Ἀθηναίων ποιέεσθε , συνθέμενοί τε ἡμῖν τῷ Πέρσῃ ἀντιώσεσθαι ἐς τὴν Βοιωτίην προδεδώκατε , περιείδετέ τε ἐσβαλόντα ἐς τὴν Ἀττικὴν τὸν βάρβαρον . Ἐς μέν νυν τὸ παρεὸν Ἀθηναῖοι ὑμῖν μηνίουσι · οὐ γὰρ ἐποιήσατε ἐπιτηδέως . Νῦν δὲ τι τάχος στρατιὴν ἅμα ἡμῖν ἐκέλευσαν ὑμέας ἐκπέμπειν , ὡς ἂν τὸν βάρβαρον δεκώμεθα ἐν τῇ Ἀττικῇ · ἐπειδὴ γὰρ ἡμάρτομεν τῆς Βοιωτίης , τῆς γε ἡμετέρης ἐπιτηδεότατόν ἐστι ἐμμαχέσασθαι τὸ Θριάσιον πεδίον . ʹ
9.8 Ὡς δὲ ἄρα ἤκουσαν οἱ ἔφοροι ταῦτα , ἀνεβάλλοντο ἐς τὴν ὑστεραίην ὑποκρινέεσθαι , τῇ δὲ ὑστεραίῃ ἐς τὴν ἑτέρην · τοῦτο καὶ ἐπὶ δέκα ἡμέρας ἐποίευν , ἐξ ἡμέρης ἐς ἡμέρην ἀναβαλλόμενοι · ἐν δὲ τούτῳ τῷ χρόνῳ τὸν Ἰσθμὸν ἐτείχεον σπουδὴν ἔχοντες πολλὴν πάντες Πελοποννήσιοι , καί σφι ἦν πρὸς τέλεϊ . Οὐδ’ ἔχω εἰπεῖν τὸ αἴτιον δι’ τι ἀπικομένου μὲν Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐς Ἀθήνας σπουδὴν μεγάλην ἐποιήσαντο μὴ μηδίσαι Ἀθηναίους , τότε δὲ ὤρην ἐποιήσαντο οὐδεμίαν , ἄλλο γε ὅτι Ἰσθμός σφι ἐτετείχιστο καὶ ἐδόκεον Ἀθηναίων ἔτι δέεσθαι οὐδέν , ὅτε δὲ Ἀλέξανδρος ἀπίκετο ἐς τὴν Ἀττικήν , οὔκω ἀπετετείχιστο , ἐργάζοντο δὲ μεγάλως καταρρωδηκότες τοὺς Πέρσας . ʹ