9.7 Οἱ γὰρ δὴ Λακεδαιμόνιοι ὅρταζόν τε τοῦτον τὸν χρόνον καί σφι ἦν Ὑακίνθια , περὶ πλείστου δ’ ἦγον τὰ τοῦ θεοῦ πορσύνειν · ἅμα δὲ τὸ τεῖχός σφι , τὸ ἐν τῷ Ἰσθμῷ ἐτείχεον , καὶ ἤδη ἐπάλξις ἐλάμβανε . Ὡς δὲ ἀπίκοντο ἐς τὴν Λακεδαίμονα οἱ ἄγγελοι οἱ ἀπ’ Ἀθηνέων , ἅμα ἀγόμενοι ἔκ τε Μεγάρων ἀγγέλους καὶ ἐκ Πλαταιέων , ἔλεγον τάδε ἐπελθόντες ἐπὶ τοὺς ἐφόρους ·
9.7a ʹ Ἔπεμψαν ἡμέας Ἀθηναῖοι λέγοντες ὅτι ἡμῖν βασιλεὺς Μήδων τοῦτο μὲν τὴν χώρην ἀποδιδοῖ , τοῦτο δὲ συμμάχους ἐθέλει ἐπ’ ἴσῃ τε καὶ ὁμοίῃ ποιήσασθαι ἄνευ τε δόλου καὶ ἀπάτης , ἐθέλει δὲ καὶ ἄλλην χώρην πρὸς τῇ ἡμετέρῃ διδόναι , τὴν ἂν αὐτοὶ ἑλώμεθα . Ἡμεῖς δὲ Δία τε Ἑλλήνιον αἰδεσθέντες καὶ τὴν Ἑλλάδα δεινὸν ποιεύμενοι προδοῦναι οὐ καταινέσαμεν ἀλλ’ ἀπειπάμεθα , καίπερ ἀδικεόμενοι ὑπ’ Ἑλλήνων καὶ καταπροδιδόμενοι , ἐπιστάμενοί τε ὅτι κερδαλεώτερόν ἐστι ὁμολογέειν τῷ Πέρσῃ μᾶλλον περ πολεμέειν · οὐ μὲν οὐδὲ ὁμολογήσομεν ἑκόντες εἶναι .