9.5 Τούτων μὲν εἵνεκεν ἀπέπεμψε Μουρυχίδην ἐς Σαλαμῖνα . δὲ ἀπικόμενος ἐπὶ τὴν βουλὴν ἔλεγε τὰ παρὰ Μαρδονίου . Τῶν δὲ βουλευτέων Λυκίδης εἶπε γνώμην ὥς οἱ ἐδόκεε ἄμεινον εἶναι δεξαμένους τὸν λόγον τόν σφι Μουρυχίδης προσφέρει ἐξενεῖκαι ἐς τὸν δῆμον · μὲν δὴ ταύτην τὴν γνώμην ἀπεφαίνετο , εἴτε δὴ δεδεγμένος χρήματα παρὰ Μαρδονίου , εἴτε καὶ ταῦτά οἱ ἑάνδανε · Ἀθηναῖοι δὲ αὐτίκα δεινὸν ποιησάμενοι , οἵ τε ἐκ τῆς βουλῆς καὶ οἱ ἔξωθεν ὡς ἐπύθοντο , περιστάντες Λυκίδην κατέλευσαν βάλλοντες , τὸν δὲ Ἑλλησπόντιον Μουρυχίδην ἀπέπεμψαν ἀσινέα . Γενομένου δὲ θορύβου ἐν τῇ Σαλαμῖνι περὶ τὸν Λυκίδην , πυνθάνονται τὸ γινόμενον αἱ γυναῖκες τῶν Ἀθηναίων , διακελευσαμένη δὲ γυνὴ γυναικὶ καὶ παραλαβοῦσα ἐπὶ τὴν Λυκίδεω οἰκίην ἤισαν αὐτοκελέες , καὶ κατὰ μὲν ἔλευσαν αὐτοῦ τὴν γυναῖκα , κατὰ δὲ τὰ τέκνα .
9.6 Ἐς δὲ τὴν Σαλαμῖνα διέβησαν οἱ Ἀθηναῖοι ὧδε . Ἕως μὲν προσεδέκοντο ἐκ τῆς Πελοποννήσου στρατὸν ἥξειν τιμωρήσοντά σφι , οἱ δὲ ἔμενον ἐν τῇ Ἀττικῇ · ἐπεὶ δὲ οἱ μὲν μακρότερα καὶ σχολαίτερα ἐποίευν , δὲ ἐπιὼν καὶ δὴ ἐν τῇ Βοιωτίῃ ἐλέγετο εἶναι , οὕτω δὴ ὑπεξεκομίσαντό τε πάντα καὶ αὐτοὶ διέβησαν ἐς Σαλαμῖνα · ἐς Λακεδαίμονά τε ἔπεμπον ἀγγέλους ἅμα μὲν μεμψομένους τοῖσι Λακεδαιμονίοισι ὅτι περιεῖδον ἐσβάλλοντα τὸν βάρβαρον ἐς τὴν Ἀττικὴν ἀλλ’ οὐ μετὰ σφέων ἠντίασαν ἐς τὴν Βοιωτίην , ἅμα δὲ ὑπομνήσοντας ὅσα σφι ὑπέσχετο Πέρσης μεταβαλοῦσι δώσειν , προεῖπαί τε ὅτι εἰ μὴ ἀμυνέουσι Ἀθηναίοισι , ὡς καὶ αὐτοί τινα ἀλεωρὴν εὑρήσονται .