1.125 Ἀκούσας ταῦτα Κῦρος ἐφρόντιζε ὅτεῳ τρόπῳ σοφωτάτῳ Πέρσας ἀναπείσει ἀπίστασθαι , φροντίζων δὲ εὕρισκέ τε τάδε καιριώτατα εἶναι καὶ ἐποίεε δὴ τάδε . Γράψας ἐς βυβλίον τὰ ἐβούλετο , ἁλίην τῶν Περσέων ἐποιήσατο , μετὰ δὲ ἀναπτύξας τὸ βυβλίον καὶ ἐπιλεγόμενος ἔφη Ἀστυάγεά μιν στρατηγὸν Περσέων ἀποδεικνύναι . ʹ Νῦν τε ʹ , ἔφη λέγων , ʹ Πέρσαι , προαγορεύω ὑμῖν παρεῖναι ἕκαστον ἔχοντα δρέπανον . ʹ Κῦρος μὲν ταῦτα προηγόρευσε . Ἔστι δὲ Περσέων συχνὰ γένεα . Καὶ τὰ μὲν αὐτῶν Κῦρος συνάλισε καὶ ἀνέπεισε ἀπίστασθαι ἀπὸ Μήδων · ἔστι δὲ τάδε , ἐξ ὧν ὧλλοι πάντες ἀρτέαται Πέρσαι · Πασαργάδαι , Μαράφιοι , Μάσπιοι · τούτων Πασαργάδαι εἰσὶ ἄριστοι , ἐν τοῖσι καὶ Ἀχαιμενίδαι εἰσὶ φρήτρη , ἔνθεν οἱ βασιλέες οἱ Περσεῖδαι γεγόνασι . Ἄλλοι δὲ Πέρσαι εἰσὶ οἵδε · Πανθιαλαῖοι , Δηρουσιαῖοι , Γερμάνιοι · οὗτοι μὲν πάντες ἀροτῆρές εἰσι , οἱ δὲ ἄλλοι νομάδες , Δάοι , Μάρδοι , Δροπικοί , Σαγάρτιοι .