9.3 οἱ μὲν ταῦτα συνεβούλευον , δὲ οὐκ ἐπείθετο , ἀλλά οἱ δεινός τις ἐνέστακτο ἵμερος τὰς Ἀθήνας δεύτερα ἑλεῖν , ἅμα μὲν ὑπ’ ἀγνωμοσύνης , ἅμα δὲ πυρσοῖσι διὰ νήσων ἐδόκεε βασιλέϊ δηλώσειν ἐόντι ἐν Σάρδισι ὅτι ἔχοι τὰς Ἀθήνας . Ὃς οὐδὲ τότε ἀπικόμενος ἐς τὴν Ἀττικὴν εὗρε τοὺς Ἀθηναίους , ἀλλ’ ἔν τε Σαλαμῖνι τοὺς πλείστους ἐπυνθάνετο εἶναι ἔν τε τῇσι νηυσί , αἱρέει τε ἔρημον τὸ ἄστυ . δὲ βασιλέος αἵρεσις ἐς τὴν ὑστέρην τὴν Μαρδονίου ἐπιστρατηίην δεκάμηνος ἐγένετο .
9.4 Ἐπεὶ δὲ ἐν Ἀθήνῃσι ἐγένετο Μαρδόνιος , πέμπει ἐς Σαλαμῖνα Μουρυχίδην ἄνδρα Ἑλλησπόντιον φέροντα τοὺς αὐτοὺς λόγους τοὺς καὶ Ἀλέξανδρος Μακεδὼν τοῖσι Ἀθηναίοισι διεπόρθμευσε . Ταῦτα δὲ τὸ δεύτερον ἀπέστελλε προέχων μὲν τῶν Ἀθηναίων οὐ φιλίας γνώμας , ἐλπίζων δέ σφεας ὑπήσειν τῆς ἀγνωμοσύνης , ὡς δοριαλώτου ἐούσης πάσης τῆς Ἀττικῆς χώρης καὶ ἐούσης ἤδη ὑπ’ ἑωυτῷ .