9.t ΚΑΛΛΙΟΠΗ
9.1 Μαρδόνιος δέ , ὥς οἱ ἀπονοστήσας Ἀλέξανδρος τὰ παρὰ Ἀθηναίων ἐσήμηνε , ὁρμηθεὶς ἐκ Θεσσαλίης ἦγε τὴν στρατιὴν σπουδῇ ἐπὶ τὰς Ἀθήνας · ὅκου δὲ ἑκάστοτε γίνοιτο , τούτους παρελάμβανε . Τοῖσι δὲ Θεσσαλίης ἡγεομένοισι οὔτε τὰ πρὸ τοῦ πεπρηγμένα μετέμελε οὐδὲν πολλῷ τε μᾶλλον ἐπῆγον τὸν Πέρσην , καὶ συμπροέπεμψέ τε Θώρηξ Ληρισαῖος Ξέρξην φεύγοντα καὶ τότε ἐκ τοῦ φανεροῦ παρῆκε Μαρδόνιον ἐπὶ τὴν Ἑλλάδα .
9.2 Ἐπεὶ δὲ πορευόμενος γίνεται στρατὸς ἐν Βοιωτοῖσι , οἱ Θηβαῖοι κατελάμβανον τὸν Μαρδόνιον καὶ συνεβούλευον αὐτῷ λέγοντες ὡς οὐκ εἴη χῶρος ἐπιτηδεότερος ἐνστρατοπεδεύεσθαι ἐκείνου , οὐδὲ ἔων ἰέναι ἑκαστέρω , ἀλλ’ αὐτοῦ ἱζόμενον ποιέειν ὅκως ἀμαχητὶ τὴν πᾶσαν Ἑλλάδα καταστρέψεται . Κατὰ μὲν γὰρ τὸ ἰσχυρὸν Ἕλληνας ὁμοφρονέοντας , οἵ περ καὶ πάρος ταὐτὰ ἐγίνωσκον , χαλεπὰ εἶναι περιγίνεσθαι καὶ ἅπασι ἀνθρώποισι · ʹ εἰ δὲ ποιήσεις τὰ ἡμεῖς παραινέομεν , ʹ ἔφασαν λέγοντες , ʹ ἅξεις ἀπόνως πάντα τὰ ἐκείνων ἰσχυρὰ βουλεύματα . Πέμπε χρήματα ἐς τοὺς δυναστεύοντας ἄνδρας ἐν τῇσι πόλισι , πέμπων δὲ τὴν Ἑλλάδα διαστήσεις · ἐνθεῦτεν δὲ τοὺς μὴ τὰ σὰ φρονέοντας ῥηιδίως μετὰ τῶν στασιωτέων καταστρέψεαι . ʹ