8.144 Πρὸς μὲν Ἀλέξανδρον ταῦτα ὑπεκρίναντο , πρὸς δὲ τοὺς ἀπὸ Σπάρτης ἀγγέλους τάδε · ʹ Τὸ μὲν δεῖσαι Λακεδαιμονίους ʹ μὴ ὁμολογήσωμεν τῷ βαρβάρῳ κάρτα ἀνθρωπήιον ἦν · ἀτὰρ ʹ αἰσχρῶς γε ἐοίκατε , ἐξεπιστάμενοι τὸ Ἀθηναίων φρόνημα , ʹ ἀρρωδῆσαι , ὅτε οὔτε χρυσός ἐστι γῆς οὐδαμόθι τοσοῦτος ʹ οὔτε χώρη οὕτω κάλλεϊ καὶ ἀρετῇ μέγα ὑπερφέρουσα , τὰ ʹ ἡμεῖς δεξάμενοι ἐθέλοιμεν ἂν μηδίσαντες καταδουλῶσαι ʹ τὴν Ἑλλάδα . Πολλά τε γὰρ καὶ μεγάλα ἐστὶ τὰ διακωλύοντα ʹ ταῦτα μὴ ποιέειν μηδ’ ἢν ἐθέλωμεν · πρῶτα μὲν καὶ μέγιστα ʹ τῶν θεῶν τὰ ἀγάλματα καὶ τὰ οἰκήματα ἐμπεπρησμένα τε ʹ καὶ συγκεχωσμένα , τοῖσι ἡμέας ἀναγκαίως ἔχει τιμωρέειν ʹ ἐς τὰ μέγιστα μᾶλλον περ ὁμολογέειν τῷ ταῦτα ἐργασα ʹ μένῳ · αὖτις δὲ τὸ Ἑλληνικόν , ἐὸν ὅμαιμόν τε καὶ ὁμόγλως ʹ σον , καὶ θεῶν ἱδρύματά τε κοινὰ καὶ θυσίαι ἤθεά τε ʹ ὁμότροπα , τῶν προδότας γενέσθαι Ἀθηναίους οὐκ ἂν εὖ ʹ ἔχοι . Ἐπίστασθέ τε οὕτω , εἰ μὴ καὶ πρότερον ἐτυγχάνετε ʹ ἐπιστάμενοι · ἔστ’ ἂν καὶ εἷς περιῇ Ἀθηναίων , μηδαμὰ ʹ ὁμολογήσοντας ἡμέας Ξέρξῃ . Ὑμέων μέντοι ἀγάμεθα τὴν ʹ προνοίην τὴν ἐς ἡμέας ἔχουσαν , ὅτι προείδετε ἡμέων ʹ οἰκοφθορημένων οὕτω ὥστε ἐπιθρέψαι ἐθέλειν ἡμέων τοὺς ʹ οἰκέτας · καὶ ὑμῖν μὲν χάρις ἐκπεπλήρωται , ἡμεῖς μέντοι ʹ λιπαρήσομεν οὕτω ὅκως ἂν ἔχωμεν , οὐδὲν λυπέοντες ὑμέας . ʹ Νῦν δέ , ὡς οὕτω ἐχόντων , στρατιὴν ὡς τάχιστα ἐκπέμ ʹ πετε . Ὡς γὰρ ἡμεῖς εἰκάζομεν , οὐκ ἑκὰς χρόνου παρέσται ʹ βάρβαρος ἐσβαλὼν ἐς τὴν ἡμετέρην , ἀλλ’ ἐπειδὰν τάχιστα ʹ πύθηται τὴν ἀγγελίην ὅτι οὐδὲν ποιήσομεν τῶν ἐκεῖνος ʹ ἡμέων προσεδέετο . Πρὶν ὦν παρεῖναι ἐκεῖνον ἐς τὴν ʹ Ἀττικήν , ὑμέας καιρός ἐστι προβοηθῆσαι ἐς τὴν Βοιω ʹ τίην . ʹ Οἱ μὲν ταῦτα ὑποκριναμένων Ἀθηναίων ἀπαλλάσσοντο ἐς Σπάρτην .