8.143 Ἀθηναῖοι δὲ πρὸς μὲν Ἀλέξανδρον ὑπεκρίναντο τάδε · ʹ Καὶ αὐτοὶ τοῦτό γε ἐπιστάμεθα ὅτι πολλαπλησίη ἐστὶ τῷ ʹ Μήδῳ δύναμις περ ἡμῖν , ὥστε οὐδὲν δεῖ τοῦτό γε ὀνει ʹ δίζειν . Ἀλλ’ ὅμως ἐλευθερίης γλιχόμενοι ἀμυνεόμεθα οὕτω ʹ ὅκως ἂν καὶ δυνώμεθα . Ὁμολογῆσαι δὲ τῷ βαρβάρῳ μήτε ʹ σὺ ἡμέας πειρῶ ἀναπείθειν οὔτε ἡμεῖς πεισόμεθα . Νῦν τε ʹ ἀπάγγελλε Μαρδονίῳ ὡς Ἀθηναῖοι λέγουσι , ἔστ’ ἂν ἥλιος ʹ τὴν αὐτὴν ὁδὸν ἴῃ τῇ περ καὶ νῦν ἔρχεται , μήκοτε ὁμολο ʹ γήσειν ἡμέας Ξέρξῃ · ἀλλὰ θεοῖσί τε συμμάχοισι πίσυνοί ʹ μιν ἐπέξιμεν ἀμυνόμενοι καὶ τοῖσι ἥρωσι , τῶν ἐκεῖνος ʹ οὐδεμίαν ὄπιν ἔχων ἐνέπρησε τούς τε οἴκους καὶ τὰ ἀγάλ ʹ ματα . Σύ τε τοῦ λοιποῦ λόγους ἔχων τοιούσδε μὴ ἐπιφαίνεο ʹ Ἀθηναίοισι , μηδὲ δοκέων χρηστὰ ὑπουργέειν ἀθέμιστα ʹ ἔρδειν παραίνεε · οὐ γάρ σε βουλόμεθα οὐδὲν ἄχαρι πρὸς ʹ Ἀθηναίων παθεῖν , ἐόντα πρόξεινόν τε καὶ φίλον . ʹ