8.142 Ὡς δὲ ἐπαύσατο λέγων Ἀλέξανδρος , διαδεξάμενοι ἔλεγον οἱ ἀπὸ Σπάρτης ἄγγελοι · ʹ Ἡμέας δὲ ἔπεμψαν ʹ Λακεδαιμόνιοι δεησομένους ὑμέων μήτε νεώτερον ποιέειν ʹ μηδὲν κατὰ τὴν Ἑλλάδα μήτε λόγους ἐνδέκεσθαι παρὰ τοῦ ʹ βαρβάρου . Οὔτε γὰρ δίκαιον οὐδαμῶς οὔτε κόσμον φέρον ʹ οὔτε γε ἄλλοισι Ἑλλήνων οὐδαμοῖσι , ὑμῖν δὲ δὴ καὶ διὰ ʹ πάντων ἥκιστα πολλῶν εἵνεκα · ἠγείρατε γὰρ τόνδε τὸν ʹ πόλεμον ὑμεῖς οὐδὲν ἡμέων βουλομένων , καὶ περὶ τῆς ʹ ὑμετέρης ἀρχῆθεν ἀγὼν ἐγένετο · νῦν δὲ φέρει καὶ ἐς ʹ πᾶσαν τὴν Ἑλλάδα . Ἄλλως τε τούτων ἀπεόντων αἰτίους ʹ γενέσθαι δουλοσύνης τοῖσι Ἕλλησι Ἀθηναίους οὐδαμῶς ʹ ἀνασχετόν , οἵτινες αἰεὶ καὶ τὸ πάλαι φαίνεσθε πολλοὺς ʹ ἐλευθερώσαντες ἀνθρώπων . Πιεζομένοισι μέντοι ὑμῖν ʹ συναχθόμεθα , καὶ ὅτι καρπῶν ἐστερήθητε διξῶν ἤδη καὶ ʹ ὅτι οἰκοφθόρησθε χρόνον ἤδη πολλόν . ἀντὶ τούτων δὲ ὑμῖν ʹ Λακεδαιμόνιοί τε καὶ οἱ λοιποὶ σύμμαχοι ἐπαγγέλλονται ʹ γυναῖκάς τε καὶ τὰ ἐς πόλεμον ἄχρηστα οἰκετέων ἐχόμενα ʹ πάντα ἐπιθρέψειν , ἔστ’ ἂν πόλεμος ὅδε συνεστήκῃ . Μηδὲ ʹ ὑμέας Ἀλέξανδρος Μακεδὼν ἀναγνώσῃ , λεήνας τὸν ʹ Μαρδονίου λόγον . Τούτῳ μὲν γὰρ ταῦτα ποιητέα ἐστί · ʹ τύραννος γὰρ ἐὼν τυράννῳ συγκατεργάζεται · ὑμῖν δέ γε ʹ οὐ ποιητέα , εἴ περ εὖ τυγχάνετε φρονέοντες , ἐπισταμέ ʹ νοισι ὡς βαρβάροισί ἐστι οὔτε πιστὸν οὔτε ἀληθὲς οὐδέν . ʹ Ταῦτα ἔλεξαν οἱ ἄγγελοι .