8.140a Ἐγεγόνεε μὲν δὴ ὧδε Ἀλέξανδρος Ἀμύντεω . Ὡς δὲ ἀπίκετο ἐς τὰς Ἀθήνας ἀποπεμφθεὶς ὑπὸ Μαρδονίου , ἔλεγε τάδε · ʹ Ἄνδρες Ἀθηναῖοι , Μαρδόνιος τάδε λέγει · ʹ Ἐμοὶ ἀγγελίη ἥκει παρὰ βασιλέος λέγουσα ὧδε · ʹ Ἀθη ʹ ναίοισι τὰς ἁμαρτάδας τὰς ἐς ἐμὲ ἐξ ἐκείνων γενομένας ʹ πάσας μετίημι . Νῦν τε ὧδε , Μαρδόνιε , ποίεε · τοῦτο μὲν ʹ τὴν γῆν σφι ἀπόδος , τοῦτο δὲ ἄλλην πρὸς ταύτῃ ἑλέσθων ʹ αὐτοί , ἥντινα ἂν ἐθέλωσι , ἐόντες αὐτόνομοι · ἱρά τε ʹ πάντα σφι , ἢν δὴ βούλωνταί γε ἐμοὶ ὁμολογέειν , ἀνόρθω ʹ σον , ὅσα ἐγὼ ἐνέπρησα . ʹ Τούτων δὲ ἀπιγμένων ἀναγ ʹ καίως ἔχει μοι ποιέειν ταῦτα , ἢν μὴ τὸ ὑμέτερον ἀντίον ʹ γένηται . Λέγω δὲ ὑμῖν τάδε . Νῦν τί μαίνεσθε πόλεμον ʹ βασιλέϊ ἀειρόμενοι ; Οὔτε γὰρ ἂν ὑπερβάλοισθε οὔτε οἷοί τέ ʹ ἐστε ἀντέχειν τὸν πάντα χρόνον . Εἴδετε μὲν γὰρ τῆς ʹ Ξέρξεω στρατηλασίης τὸ πλῆθος καὶ τὰ ἔργα , πυνθάνεσθε ʹ δὲ καὶ τὴν νῦν παρ’ ἐμοὶ ἐοῦσαν δύναμιν , ὥστε καὶ ἢν ʹ ἡμέας ὑπερβάλησθε καὶ νικήσητε , τοῦ περ ὑμῖν οὐδεμία ʹ ἐλπὶς εἴ περ εὖ φρονέετε , ἄλλη παρέσται πολλαπλησίη . ʹ Μὴ ὦν βούλεσθε παρισούμενοι βασιλέϊ στέρεσθαι μὲν τῆς ʹ χώρης , θέειν δὲ αἰεὶ περὶ ὑμέων αὐτῶν , ἀλλὰ καταλύσασθε · ʹ παρέχει δὲ ὑμῖν κάλλιστα καταλύσασθαι , βασιλέος ταύτῃ ʹ ὁρμημένου . Ἔστε ἐλεύθεροι , ἡμῖν ὁμαιχμίην συνθέμενοι ʹ ἄνευ τε δόλου καὶ ἀπάτης . ʹ