8.140b Μαρδόνιος μὲν ταῦτα , ʹ Ἀθηναῖοι , ἐνετείλατό μοι εἰπεῖν πρὸς ὑμέας . Ἐγὼ δὲ περὶ ʹ μὲν εὐνοίης τῆς πρὸς ὑμέας ἐξ ἐμέο ἐούσης οὐδὲν λέξω ʹ οὐ γὰρ ἂν νῦν πρῶτον ἐκμάθοιτε , προσχρηίζω δὲ ὑμέων ʹ πείθεσθαι Μαρδονίῳ . Ἐνορέω γὰρ ὑμῖν οὐκ οἵοισί τε ἐσο ʹ μένοισι τὸν πάντα χρόνον πολεμέειν Ξέρξῃ εἰ γὰρ ἐνώρων ʹ τοῦτο ἐν ὑμῖν , οὐκ ἄν κοτε ἐς ὑμέας ἦλθον ἔχων λόγους ʹ τούσδε · καὶ γὰρ δύναμις ὑπὲρ ἄνθρωπον βασιλέος ἐστὶ ʹ καὶ χεὶρ ὑπερμήκης . Ἢν ὦν μὴ αὐτίκα ὁμολογήσητε , μεγά ʹ λα προτεινόντων ἐπ’ οἷσι ὁμολογέειν ἐθέλουσι , δειμαίνω ʹ ὑπὲρ ὑμέων ἐν τρίβῳ τε μάλιστα οἰκημένων τῶν συμμάχων ʹ πάντων αἰεί τε φθειρομένων μούνων , ἐξαίρετόν τι μεταί ʹ χμιον τὴν γῆν ἐκτημένων . Ἀλλὰ πείθεσθε · πολλοῦ γὰρ ʹ ὑμῖν ἄξια ταῦτα , εἰ βασιλεύς γε μέγας μούνοισι ὑμῖν ʹ Ἑλλήνων τὰς ἁμαρτάδας ἀπιεὶς ἐθέλει φίλος γενέσθαι . ʹ