8.138 Οἱ μὲν δὴ ἀπήισαν , τῷ δὲ βασιλέϊ σημαίνει τῶν τις παρέδρων οἷόν τι χρῆμα ποιήσειε παῖς καὶ ὡς σὺν νόῳ κείνων νεώτατος λάβοι τὰ διδόμενα . δὲ ταῦτα ἀκούσας καὶ ὀξυνθεὶς πέμπει ἐπ’ αὐτοὺς ἱππέας ἀπολέοντας . Ποταμὸς δέ ἐστι ἐν τῇ χώρῃ ταύτῃ , τῷ θύουσι οἱ τούτων τῶν ἀνδρῶν τῶν ἀπ’ Ἄργεος ἀπόγονοι ὡς σωτῆρι · οὗτος , ἐπείτε διέβησαν οἱ Τημενίδαι , μέγας οὕτω ἐρρύη ὥστε τοὺς ἱππέας μὴ οἵους τε γενέσθαι διαβῆναι . Οἱ δὲ ἀπικόμενοι ἐς ἄλλην γῆν τῆς Μακεδονίης οἴκησαν πέλας τῶν κήπων τῶν λεγομένων εἶναι Μίδεω τοῦ Γορδίεω , ἐν τοῖσι φύεται αὐτόματα ῥόδα , ἓν ἕκαστον ἔχον ἑξήκοντα φύλλα , ὀδμῇ τε ὑπερφέροντα τῶν ἄλλων · ἐν τούτοισι καὶ Σιληνὸς τοῖσι κήποισι ἥλω , ὡς λέγεται ὑπὸ Μακεδόνων · ὑπὲρ δὲ τῶν κήπων ὄρος κεῖται Βέρμιον οὔνομα , ἄβατον ὑπὸ χειμῶνος . Ἐνθεῦτεν δὲ ὁρμώμενοι ὡς ταύτην ἔσχον , κατεστρέφοντο καὶ τὴν ἄλλην Μακεδονίην .
8.139 Ἀπὸ τούτου δὴ τοῦ Περδίκκεω Ἀλέξανδρος ὧδε ἐγένετο · Ἀμύντεω παῖς ἦν Ἀλέξανδρος , Ἀμύντης δὲ Ἀλκέτεω , Ἀλκέτεω δὲ πατὴρ ἦν Ἀέροπος , τοῦ δὲ Φίλιππος , Φιλίππου δὲ Ἀργαῖος , τοῦ δὲ Περδίκκης κτησάμενος τὴν ἀρχήν . ʹ