8.137 Τοῦ δὲ Ἀλεξάνδρου τούτου ἕβδομος γενέτωρ Περδίκκης ἐστὶ κτησάμενος τῶν Μακεδόνων τὴν τυραννίδα τρόπῳ τοιῷδε . Ἐξ Ἄργεος ἔφυγον ἐς Ἰλλυριοὺς τῶν Τημένου ἀπογόνων τρεῖς ἀδελφεοί , Γαυάνης τε καὶ Ἀέροπος καὶ Περδίκκης · ἐκ δὲ Ἰλλυριῶν ὑπερβαλόντες ἐς τὴν ἄνω Μακεδονίην ἀπίκοντο ἐς Λεβαίην πόλιν . Ἐνθαῦτα δὲ ἐθήτευον ἐπὶ μισθῷ παρὰ τῷ βασιλέϊ , μὲν ἵππους νέμων , δὲ βοῦς , δὲ νεώτατος αὐτῶν Περδίκκης τὰ λεπτὰ τῶν προβάτων . δὲ γυνὴ τοῦ βασιλέος ἦσαν γὰρ τὸ πάλαι καὶ αἱ τυραννίδες τῶν ἀνθρώπων ἀσθενέες χρήμασι , οὐ μοῦνον δῆμος αὐτὴ τὰ σιτία σφι ἔπεσσε . Ὅκως δὲ ὀπτῴη , ἄρτος τοῦ παιδὸς τοῦ θητός , τοῦ Περδίκκεω , διπλήσιος ἐγίνετο αὐτὸς ἑωυτοῦ · ἐπεὶ δὲ αἰεὶ τὠυτὸ τοῦτο ἐγίνετο , εἶπε πρὸς τὸν ἄνδρα τὸν ἑωυτῆς . Τὸν δὲ ἀκούσαντα ἐσῆλθε αὐτίκα ὡς εἴη τέρας καὶ φέροι ἐς μέγα τι · καλέσας δὲ τοὺς θῆτας , προηγόρευέ σφι ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς ἑωυτοῦ . Οἱ δὲ τὸν μισθὸν ἔφασαν δίκαιοι εἶναι ἀπολαβόντες οὕτω ἐξιέναι . Ἐνθαῦτα βασιλεὺς τοῦ μισθοῦ πέρι ἀκούσας , ἦν γὰρ κατὰ τὴν καπνοδόκην ἐς τὸν οἶκον ἐσέχων ἥλιος , εἶπε , θεοβλαβὴς γενόμενος · ʹ Μισθὸν δὲ ʹ ὑμῖν ἐγὼ ὑμέων ἄξιον τόνδε ἀποδίδωμι ʹ , δείξας τὸν ἥλιον . μὲν δὴ Γαυάνης τε καὶ Ἀέροπος οἱ πρεσβύτεροι ἕστασαν ἐκπεπληγμένοι , ὡς ἤκουσαν ταῦτα · δὲ παῖς , ἐτύγχανε γὰρ ἔχων μάχαιραν , εἴπας τάδε · ʹ Δεκόμεθα , ʹ βασιλεῦ , τὰ διδοῖς ʹ , περιγράφει τῇ μαχαίρῃ ἐς τὸ ἔδαφος τοῦ οἴκου τὸν ἥλιον , περιγράψας δέ , ἐς τὸν κόλπον τρὶς ἀρυσάμενος τοῦ ἡλίου , ἀπαλλάσσετο αὐτός τε καὶ οἱ μετ’ ἐκείνου .