1.124 Ταῦτά τε δὴ ὦν ἐπιτελέα ἐγίνετο καὶ Κῦρος παραλαβὼν τὸν λαγὸν ἀνέσχισε · εὑρὼν δὲ ἐν αὐτῷ τὸ βυβλίον ἐνεὸν λαβὼν ἐπελέγετο . Τὰ δὲ γράμματα ἔλεγε τάδε · ʹ παῖ Καμβύσεω , σὲ γὰρ θεοὶ ἐπορῶσι , οὐ γὰρ ἄν κοτε ἐς τοσοῦτο τύχης ἀπίκεο , σύ νυν Ἀστυάγεα τὸν σεωυτοῦ φονέα τεῖσαι . Κατὰ μὲν γὰρ τὴν τούτου προθυμίην τέθνηκας , τὸ δὲ κατὰ θεούς τε καὶ ἐμὲ περίεις . Τά σε καὶ πάλαι δοκέω πάντα ἐκμεμαθηκέναι , σέο τε αὐτοῦ πέρι ὡς ἐπρήχθη καὶ οἷα ἐγὼ ὑπὸ Ἀστυάγεος πέπονθα , ὅτι σε οὐκ ἀπέκτεινα ἀλλὰ ἔδωκα τῷ βουκόλῳ . Σύ νυν , ἢν βούλῃ ἐμοὶ πείθεσθαι , τῆς περ Ἀστυάγης ἄρχει χώρης , ταύτης ἁπάσης ἄρξεις . Πέρσας γὰρ ἀναπείσας ἀπίστασθαι στρατηλάτεε ἐπὶ Μήδους . Καὶ ἤν τε ἐγὼ ὑπὸ Ἀστυάγεος ἀποδεχθέω στρατηγὸς ἀντία σέο , ἔστι τοι τὰ σὺ βούλεαι , ἤν τε τῶν τις δοκίμων ἄλλος Μήδων · πρῶτοι γὰρ οὗτοι ἀποστάντες ἀπ’ ἐκείνου καὶ γενόμενοι πρὸς σέο Ἀστυάγεα καταιρέειν πειρήσονται . Ὡς ὦν ἑτοίμου τοῦ γε ἐνθάδε ἐόντος , ποίεε ταῦτα καὶ ποίεε κατὰ τάχος . ʹ