1.123 Κύρῳ δὲ ἀνδρουμένῳ καὶ ἐόντι τῶν ἡλίκων ἀνδρηιοτάτῳ καὶ προσφιλεστάτῳ προσέκειτο Ἅρπαγος δῶρα πέμπων , τείσασθαι Ἀστυάγεα ἐπιθυμέων . Ἀπ’ ἑωυτοῦ γὰρ ἐόντος ἰδιώτεω οὐκ ἐνώρα τιμωρίην ἐσομένην ἐς Ἀστυάγεα , Κῦρον δὲ ὁρέων ἐπιτρεφόμενον ἐποιέετο σύμμαχον , τὰς πάθας τὰς Κύρου τῇσι ἑωυτοῦ ὁμοιούμενος . Πρὸ δ’ ἔτι τούτου τάδε οἱ κατέργαστο · ἐόντος τοῦ Ἀστυάγεος πικροῦ ἐς τοὺς Μήδους , συμμίσγων ἑνὶ ἑκάστῳ Ἅρπαγος τῶν πρώτων Μήδων ἀνέπειθε ὡς χρὴ Κῦρον προστησαμένους Ἀστυάγεα παῦσαι τῆς βασιληίης . Κατεργασμένου δέ οἱ τούτου καὶ ἐόντος ἑτοίμου , οὕτω δὴ τῷ Κύρῳ διαιτωμένῳ ἐν Πέρσῃσι βουλόμενος Ἅρπαγος δηλῶσαι τὴν ἑωυτοῦ γνώμην ἄλλως μὲν οὐδαμῶς εἶχε ἅτε τῶν ὁδῶν φυλασσομένων , δὲ ἐπιτεχνᾶται τοιόνδε . Λαγὸν μηχανησάμενος καὶ ἀνασχίσας τούτου τὴν γαστέρα καὶ οὐδὲν ἀποτίλας , ὡς δὲ εἶχε , οὕτω ἐσέθηκε βυβλίον , γράψας τά οἱ ἐδόκεε · ἀπορράψας δὲ τοῦ λαγοῦ τὴν γαστέρα καὶ δίκτυα δοὺς ἅτε θηρευτῇ τῶν οἰκετέων τῷ πιστοτάτῳ , ἀπέστελλε ἐς τοὺς Πέρσας , ἐντειλάμενός οἱ ἀπὸ γλώσσης διδόντα τὸν λαγὸν Κύρῳ ἐπειπεῖν αὐτοχειρίῃ μιν διελεῖν καὶ μηδένα οἱ ταῦτα ποιεῦντι παρεῖναι .