1.121 Ἀκούσας ταῦτα Ἀστυάγης ἐχάρη τε καὶ καλέσας τὸν Κῦρον ἔλεγέ οἱ τάδε · ʹ παῖ , σὲ γὰρ ἐγὼ δι’ ὄψιν ὀνείρου οὐ τελέην ἠδίκεον , τῇ σεωτοῦ δὲ μοίρῃ περίεις · νῦν ὦν ἴθι χαίρων ἐς Πέρσας , πομποὺς δὲ ἐγὼ ἅμα πέμψω . Ἐλθὼν δὲ ἐκεῖ πατέρα τε καὶ μητέρα εὑρήσεις οὐ κατὰ Μιτραδάτην τε τὸν βουκόλον καὶ τὴν γυναῖκα αὐτοῦ . ʹ
1.122 Ταῦτα εἴπας Ἀστυάγης ἀποπέμπει τὸν Κῦρον . Νοστήσαντα δέ μιν ἐς τοῦ Καμβύσεω τὰ οἰκία ἐδέξαντο οἱ γεινάμενοι , καὶ δεξάμενοι ὡς ἐπύθοντο , μεγάλως ἀσπάζοντο οἷα δὴ ἐπιστάμενοι αὐτίκα τότε τελευτῆσαι , ἱστόρεόν τε ὅτεῳ τρόπῳ περιγένοιτο . δέ σφι ἔλεγε , φὰς πρὸ τοῦ μὲν οὐκ εἰδέναι ἀλλὰ ἡμαρτηκέναι πλεῖστον , κατ’ ὁδὸν δὲ πυθέσθαι πᾶσαν τὴν ἑωυτοῦ πάθην · ἐπίστασθαι μὲν γὰρ ὡς βουκόλου τοῦ Ἀστυάγεος εἴη παῖς , ἀπὸ δὲ τῆς κεῖθεν ὁδοῦ τὸν πάντα λόγον τῶν πομπῶν πυθέσθαι . Τραφῆναι δὲ ἔλεγε ὑπὸ τῆς τοῦ βουκόλου γυναικός , ἤιέ τε ταύτην αἰνέων διὰ παντός , ἦν τέ οἱ ἐν τῷ λόγῳ τὰ πάντα Κυνώ . Οἱ δὲ τοκέες παραλαβόντες τὸ οὔνομα τοῦτο , ἵνα θειοτέρως δοκέῃ τοῖσι Πέρσῃσι περιεῖναί σφι παῖς , κατέβαλον φάτιν ὡς ἐκκείμενον Κῦρον κύων ἐξέθρεψε . Ἐνθεῦτεν μὲν φάτις αὕτη κεχώρηκε .