1.120 Ἁρπάγῳ μὲν Ἀστυάγης δίκην ταύτην ἐπέθηκε . Κύρου δὲ πέρι βουλεύων ἐκάλεε τοὺς αὐτοὺς τῶν μάγων οἳ τὸ ἐνύπνιόν οἱ ταύτῃ ἔκριναν · ἀπικομένους δὲ εἴρετο Ἀστυάγης τῇ ἔκρινάν οἱ τὴν ὄψιν . Οἱ δὲ κατὰ ταὐτὰ εἶπαν , λέγοντες ὡς βασιλεῦσαι χρῆν τὸν παῖδα εἰ ἐπέζωσε καὶ μὴ ἀπέθανε πρότερον . δὲ ἀμείβεται αὐτοὺς τοῖσδε · ʹ Ἔστι τε παῖς καὶ περίεστι . Καί μιν ἐπ’ ἀγροῦ διαιτώμενον οἱ ἐκ τῆς κώμης παῖδες ἐστήσαντο βασιλέα · δὲ πάντα ὅσα περ οἱ ἀληθέϊ λόγῳ βασιλέες ἐτελέωσε ποιήσας · καὶ γὰρ δορυφόρους καὶ θυρωροὺς καὶ ἀγγελιηφόρους καὶ τὰ λοιπὰ πάντα διατάξας ἦρχε . Καὶ νῦν ἐς τί ὑμῖν ταῦτα φαίνεται φέρειν ; ʹ Εἶπαν οἱ μάγοι · ʹ Εἰ μὲν περίεστί τε καὶ ἐβασίλευσε παῖς μὴ ἐκ προνοίης τινός , θάρσεέ τε τούτου εἵνεκα καὶ θυμὸν ἔχε ἀγαθόν · οὐ γὰρ ἔτι τὸ δεύτερον ἄρξει . Παρὰ σμικρὰ γὰρ καὶ τῶν λογίων ἡμῖν ἔνια κεχώρηκε , καὶ τά γε τῶν ὀνειράτων ἐχόμενα τελέως ἐς ἀσθενὲς ἔρχεται . ʹ Ἀμείβεται Ἀστυάγης τοῖσδε · ʹ Καὶ αὐτός , μάγοι , ταύτῃ πλεῖστος γνώμην εἰμί , βασιλέος ὀνομασθέντος τοῦ παιδὸς ἐξήκειν τε τὸν ὄνειρον καί μοι τὸν παῖδα τοῦτον εἶναι δεινὸν ἔτι οὐδέν . Ὅμως μέντοι συμβουλεύσατέ μοι εὖ περισκεψάμενοι , τὰ μέλλει ἀσφαλέστατα εἶναι οἴκῳ τε τῷ ἐμῷ καὶ ὑμῖν . ʹ Εἶπαν πρὸς ταῦτα οἱ μάγοι · ʹ βασιλεῦ , καὶ αὐτοῖσι ἡμῖν περὶ πολλοῦ ἐστι κατορθοῦσθαι ἀρχὴν τὴν σήν . Κείνως μὲν γὰρ ἀλλοτριοῦται ἐς τὸν παῖδα τοῦτον περιιοῦσα ἐόντα Πέρσην , καὶ ἡμεῖς ἐόντες Μῆδοι δουλούμεθά τε καὶ λόγου οὐδενὸς γινόμεθα πρὸς Περσέων , ἐόντες ξεῖνοι · σέο δ’ ἐνεστεῶτος βασιλέος , ἐόντος πολιήτεω , καὶ ἄρχομεν τὸ μέρος καὶ τιμὰς πρὸς σέο μεγάλας ἔχομεν . Οὕτω ὦν πάντως ἡμῖν σέο τε καὶ τῆς σῆς ἀρχῆς προοπτέον ἐστί . Καὶ νῦν εἰ φοβερόν τι ἐνωρῶμεν , πᾶν ἂν σοὶ προεφράζομεν . Νῦν δὲ ἀποσκήψαντος τοῦ ἐνυπνίου ἐς φλαῦρον αὐτοί τε θαρσέομεν καὶ σοὶ ἕτερα τοιαῦτα παρακελευόμεθα . Τὸν δὲ παῖδα τοῦτον ἐξ ὀφθαλμῶν ἀπόπεμψαι ἐς Πέρσας τε καὶ τοὺς γειναμένους . ʹ