1.119 Ἅρπαγος μὲν ὡς ἤκουσε ταῦτα προσκυνήσας καὶ μεγάλα ποιησάμενος ὅτι τε ἁμαρτάς οἱ ἐς δέον ἐγεγόνεε καὶ ὅτι ἐπὶ τύχῃσι χρηστῇσι ἐπὶ δεῖπνον ἐκέκλητο , ἤιε ἐς τὰ οἰκία . Ἐσελθὼν δὲ τὴν ταχίστην , ἦν γάρ οἱ παῖς εἷς μοῦνος , ἔτη τρία καὶ δέκα κου μάλιστα ἔτεα γεγονώς , τοῦτον ἐκπέμπει , ἰέναι τε κελεύων ἐς Ἀστυάγεος καὶ ποιέειν τι ἂν ἐκεῖνος κελεύῃ . Αὐτὸς δὲ περιχαρὴς ἐὼν φράζει τῇ γυναικὶ τὰ συγκυρήσαντα . Ἀστυάγης δέ , ὥς οἱ ἀπίκετο Ἁρπάγου παῖς , σφάξας αὐτὸν καὶ κατὰ μέλεα διελὼν τὰ μὲν ὤπτησε , τὰ δὲ ἥψησε τῶν κρεῶν , εὔτυκα δὲ ποιησάμενος εἶχε ἕτοιμα . Ἐπείτε δὲ τῆς ὥρης γινομένης τοῦ δείπνου παρῆσαν οἵ τε ἄλλοι δαιτυμόνες καὶ Ἅρπαγος , τοῖσι μὲν ἄλλοισι καὶ αὐτῷ Ἀστυάγεϊ παρετιθέατο τράπεζαι ἐπίπλεαι μηλέων κρεῶν , Ἁρπάγῳ δὲ τοῦ παιδὸς τοῦ ἑωυτοῦ , πλὴν κεφαλῆς τε καὶ ἄκρων χειρῶν τε καὶ ποδῶν , τἆλλα πάντα · ταῦτα δὲ χωρὶς ἔκειτο ἐπὶ κανέῳ κατακεκαλυμμένα . Ὡς δὲ τῷ Ἁρπάγῳ ἐδόκεε ἅλις ἔχειν τῆς βορῆς , Ἀστυάγης εἴρετό μιν εἰ ἡσθείη τι τῇ θοίνῃ . Φαμένου δὲ Ἁρπάγου καὶ κάρτα ἡσθῆναι παρέφερον τοῖσι προσέκειτο τὴν κεφαλὴν τοῦ παιδὸς κατακεκαλυμμένην καὶ τὰς χεῖρας καὶ τοὺς πόδας , Ἅρπαγον δὲ ἐκέλευον προσστάντες ἀποκαλύπτειν τε καὶ λαβεῖν τὸ βούλεται αὐτῶν . Πειθόμενος δὲ Ἅρπαγος καὶ ἀποκαλύπτων ὁρᾷ τοῦ παιδὸς τὰ λείμματα · ἰδὼν δὲ οὔτε ἐξεπλάγη ἐντός τε ἑωυτοῦ γίνεται . Εἴρετο δὲ αὐτὸν Ἀστυάγης εἰ γινώσκοι ὅτεο θηρίου κρέα βεβρώκοι . δὲ καὶ γινώσκειν ἔφη καὶ ἀρεστὸν εἶναι πᾶν τὸ ἂν βασιλεὺς ἔρδῃ . Τούτοισι δὲ ἀμειψάμενος καὶ ἀναλαβὼν τὰ λοιπὰ τῶν κρεῶν ἤιε ἐς τὰ οἰκία . Ἐνθεῦτεν δὲ ἔμελλε , ὡς ἐγὼ δοκέω , ἁλίσας θάψειν τὰ πάντα . ʹ