1.118 Ἅρπαγος μὲν δὴ τὸν ἰθὺν ἔφαινε λόγον , Ἀστυάγης δὲ κρύπτων τόν οἱ ἐνεῖχε χόλον διὰ τὸ γεγονός , πρῶτα μέν , κατά περ ἤκουσε αὐτὸς πρὸς τοῦ βουκόλου τὸ πρῆγμα , πάλιν ἀπηγέετο τῷ Ἁρπάγῳ , μετὰ δέ , ὥς οἱ ἐπαλιλλόγητο , κατέβαινε λέγων ὡς περίεστί τε παῖς καὶ τὸ γεγονὸς ἔχει καλῶς . ʹ Τῷ τε γὰρ πεποιημένῳ ʹ , ἔφη λέγων , ʹ ἐς τὸν παῖδα τοῦτον ἔκαμνον μεγάλως καὶ θυγατρὶ τῇ ἐμῇ διαβεβλημένος οὐκ ἐν ἐλαφρῷ ἐποιεύμην . Ὡς ὦν τῆς τύχης εὖ μετεστεώσης , τοῦτο μὲν τὸν σεωυτοῦ παῖδα ἀπόπεμψον παρὰ τὸν παῖδα τὸν νεήλυδα , τοῦτο δέ σῶστρα γὰρ τοῦ παιδὸς μέλλω θύειν τοῖσι θεῶν τιμὴ αὕτη πρόσκειται πάρισθί μοι ἐπὶ δεῖπνον . ʹ