1.117 Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείην ἐκφήναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιέετο , Ἁρπάγῳ δὲ καὶ μεγάλως μεμφόμενος καλέειν αὐτὸν τοὺς δορυφόρους ἐκέλευε . Ὡς δέ οἱ παρῆν Ἅρπαγος , εἴρετό μιν Ἀστυάγης · ʹ Ἅρπαγε , τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαο τόν τοι παρέδωκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῆς ; ʹ δὲ Ἅρπαγος , ὡς εἶδε τὸν βουκόλον ἔνδον ἐόντα , οὐ τρέπεται ἐπὶ ψευδέα ὁδόν , ἵνα μὴ ἐλεγχόμενος ἁλίσκηται , ἀλλὰ λέγει τάδε · ʹ βασιλεῦ , ἐπείτε παρέλαβον τὸ παιδίον , ἐβούλευον σκοπέων ὅκως σοί τε ποιήσω κατὰ νόον καὶ ἐγὼ πρὸς σὲ γινόμενος ἀναμάρτητος μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ σοὶ εἴην αὐθέντης . Ποιέω δὲ ὧδε · καλέσας τὸν βουκόλον τόνδε παραδίδωμι τὸ παιδίον , φὰς σέ τε εἶναι τὸν κελεύοντα ἀποκτεῖναι αὐτό · καὶ λέγων τοῦτό γε οὐκ ἐψευδόμην · σὺ γὰρ ἐνετέλλεο οὕτω . Παραδίδωμι μέντοι τῷδε κατὰ τάδε , ἐντειλάμενος θεῖναί μιν ἐς ἔρημον ὄρος καὶ παραμένοντα φυλάσσειν ἄχρι οὗ τελευτήσῃ , ἀπειλήσας παντοῖα τῷδε ἢν μὴ τάδε ἐπιτελέα ποιήσῃ . Ἐπείτε δὲ ποιήσαντος τούτου τὰ κελευόμενα ἐτελεύτησε τὸ παιδίον , πέμψας τῶν εὐνούχων τοὺς πιστοτάτους καὶ εἶδον δι’ ἐκείνων καὶ ἔθαψά μιν . Οὕτως ἔσχε , βασιλεῦ , περὶ τοῦ πρήγματος τούτου , καὶ τοιούτῳ μόρῳ ἐχρήσατο παῖς . ʹ