1.116 Ταῦτα λέγοντος τοῦ παιδὸς τὸν Ἀστυάγεα ἐσήιε ἀνάγνωσις αὐτοῦ , καί οἱ τε χαρακτὴρ τοῦ προσώπου προσφέρεσθαι ἐδόκεε ἐς ἑωυτὸν καὶ ὑπόκρισις ἐλευθεριωτέρη εἶναι , τε χρόνος τῆς ἐκθέσιος τῇ ἡλικίῃ τοῦ παιδὸς ἐδόκεε συμβαίνειν . Ἐκπλαγεὶς δὲ τούτοισι ἐπὶ χρόνον ἄφθογγος ἦν · μόγις δὲ δή κοτε ἀνενειχθεὶς εἶπε , θέλων ἐκπέμψαι τὸν Ἀρτεμβάρεα , ἵνα τὸν βουκόλον μοῦνον λαβὼν βασανίσῃ · ʹ Ἀρτέμβαρες , ἐγὼ ταῦτα ποιήσω ὥστε σὲ καὶ τὸν παῖδα τὸν σὸν μηδὲν ἐπιμέμφεσθαι . ʹ Τὸν μὲν δὴ Ἀρτεμβάρεα πέμπει , τὸν δὲ Κῦρον ἦγον ἔσω οἱ θεράποντες κελεύσαντος τοῦ Ἀστυάγεος . Ἐπεὶ δὲ ὑπελέλειπτο βουκόλος μοῦνος μουνόθεν , τάδε αὐτὸν εἴρετο Ἀστυάγης , κόθεν λάβοι τὸν παῖδα καὶ τίς εἴη παραδούς . δὲ ἐξ ἑωυτοῦ τε ἔφη γεγονέναι καὶ τὴν τεκοῦσαν αὐτὸν εἶναι ἔτι παρ’ ἑωυτῷ . Ἀστυάγης δέ μιν οὐκ εὖ βουλεύεσθαι ἔφη ἐπιθυμέοντα ἐς ἀνάγκας μεγάλας ἀπικνέεσθαι , ἅμα τε λέγων ταῦτα ἐσήμαινε τοῖσι δορυφόροισι λαμβάνειν αὐτόν . δὲ ἀγόμενος ἐς τὰς ἀνάγκας οὕτω δὴ ἔφαινε τὸν ἐόντα λόγον . Ἀρχόμενος δὲ ἀπ’ ἀρχῆς διεξήιε τῇ ἀληθείῃ χρεώμενος καὶ κατέβαινε ἐς λιτάς τε καὶ συγγνώμην ἑωυτῷ κελεύων ἔχειν αὐτόν .