1.115 Ἀκούσας δὲ καὶ ἰδὼν Ἀστυάγης , θέλων τιμωρῆσαι τῷ παιδὶ τιμῆς τῆς Ἀρτεμβάρεος εἵνεκα , μετεπέμπετο τόν τε βουκόλον καὶ τὸν παῖδα · ἐπείτε δὲ παρῆσαν ἀμφότεροι , βλέψας πρὸς τὸν Κῦρον Ἀστυάγης · ἔφη · ʹ Σὺ δὴ ἐὼν τούτου τοιούτου ἐόντος παῖς ἐτόλμησας τὸν τοῦδε παῖδα ἐόντος πρώτου παρ’ ἐμοὶ ἀεικείῃ τοιῇδε περισπεῖν ; ʹ δὲ ἀμείβετο ὧδε · ʹ δέσποτα , ἐγὼ δὴ ταῦτα τοῦτον ἐποίησα σὺν δίκῃ . Οἱ γάρ με ἐκ τῆς κώμης παῖδες , τῶν καὶ ὅδε ἦν , παίζοντες σφέων αὐτῶν ἐστήσαντο βασιλέα · ἐδόκεον γάρ σφι εἶναι ἐς τοῦτο ἐπιτηδεότατος . Οἱ μέν νυν ἄλλοι παῖδες τὰ ἐπιτασσόμενα ἐπετέλεον , οὗτος δὲ ἀνηκούστεέ τε καὶ λόγον εἶχε οὐδένα , ἐς ἔλαβε τὴν δίκην . Εἰ ὦν δὴ τούτου εἵνεκεν ἄξιός τεο κακοῦ εἰμι , ὅδε τοι πάρειμι . ʹ