1.114 Καὶ ὅτε δὴ ἦν δεκαέτης παῖς , πρῆγμα ἐς αὐτὸν τοιόνδε γενόμενον ἐξέφηνέ μιν . Ἔπαιζε ἐν τῇ κώμῃ ταύτῃ ἐν τῇ ἦσαν καὶ αἱ βουκολίαι αὗται , ἔπαιζε δὲ μετ’ ἄλλων ἡλίκων ἐν ὁδῷ . Καὶ οἱ παῖδες παίζοντες εἵλοντο ἑωυτῶν βασιλέα εἶναι τοῦτον δὴ τὸν τοῦ βουκόλου ἐπίκλησιν παῖδα . δὲ αὐτῶν διέταξε τοὺς μὲν οἰκίας οἰκοδομέειν , τοὺς δὲ δορυφόρους εἶναι , τὸν δέ κού τινα αὐτῶν ὀφθαλμὸν βασιλέος εἶναι , τῷ δέ τινι τὰς ἀγγελίας ἐσφέρειν ἐδίδου γέρας , ὡς ἑκάστῳ ἔργον προστάσσων . Εἷς δὴ τούτων τῶν παίδων συμπαίζων , ἐὼν Ἀρτεμβάρεος παῖς , ἀνδρὸς δοκίμου ἐν Μήδοισι , οὐ γὰρ δὴ ἐποίησε τὸ προσταχθὲν ἐκ τοῦ Κύρου , ἐκέλευε αὐτὸν τοὺς ἄλλους παῖδας διαλαβεῖν , πειθομένων δὲ τῶν παίδων Κῦρος τὸν παῖδα τρηχέως κάρτα περιέσπε μαστιγῶν . δέ , ἐπείτε ἐμετείθη τάχιστα , ὥς γε δὴ ἀνάξια ἑωυτοῦ παθὼν μᾶλλόν τι περιημέκτεε , κατελθὼν δὲ ἐς πόλιν πρὸς τὸν πατέρα ἀποικτίζετο τῶν ὑπὸ Κύρου ἤντησε , λέγων δὲ οὐ Κύρου οὐ γάρ κω ἦν τοῦτο τοὔνομα , ἀλλὰ πρὸς τοῦ βουκόλου τοῦ Ἀστυάγεος παιδός . δὲ Ἀρτεμβάρης ὀργῇ ὡς εἶχε ἐλθὼν παρὰ τὸν Ἀστυάγεα καὶ ἅμα ἀγόμενος τὸν παῖδα ἀνάρσια πρήγματα ἔφη πεπονθέναι , λέγων · ʹ βασιλεῦ , ὑπὸ τοῦ σοῦ δούλου , βουκόλου δὲ παιδός , ὧδε περιυβρίσμεθα ʹ , δεικνὺς τοῦ παιδὸς τοὺς ὤμους .