1.113 Κάρτα τε ἔδοξε τῷ βουκόλῳ πρὸς τὰ παρεόντα εὖ λέγειν γυνή , καὶ αὐτίκα ἐποίεε ταῦτα · τὸν μὲν ἔφερε θανατώσων παῖδα , τοῦτον μὲν παραδιδοῖ τῇ ἑωυτοῦ γυναικί , τὸν δὲ ἑωυτοῦ ἐόντα νεκρὸν λαβὼν ἔθηκε ἐς τὸ ἄγγος ἐν τῷ ἔφερε τὸν ἕτερον · κοσμήσας δὲ τῷ κόσμῳ παντὶ τοῦ ἑτέρου παιδός , φέρων ἐς τὸ ἐρημότατον τῶν ὀρέων τιθεῖ . Ὡς δὲ τρίτη ἡμέρη τῷ παιδίῳ ἐκκειμένῳ ἐγένετο , ἤιε ἐς πόλιν βουκόλος , τῶν τινα προβοσκῶν φύλακον αὐτοῦ καταλιπών , ἐλθὼν δὲ ἐς τοῦ Ἁρπάγου ἀποδεικνύναι ἔφη ἕτοιμος εἶναι τοῦ παιδίου τὸν νέκυν . Πέμψας δὲ Ἅρπαγος τῶν ἑωυτοῦ δορυφόρων τοὺς πιστοτάτους εἶδέ τε διὰ τούτων καὶ ἔθαψε τοῦ βουκόλου τὸ παιδίον . Καὶ τὸ μὲν ἐτέθαπτο , τὸν δὲ ὕστερον τούτων Κῦρον ὀνομασθέντα παραλαβοῦσα ἔτρεφε γυνὴ τοῦ βουκόλου , οὔνομα ἄλλο κού τι καὶ οὐ Κῦρον θεμένη . ʹ