1.112 Ἅμα τε ταῦτα ἔλεγε βουκόλος καὶ ἐκκαλύψας ἀπεδείκνυε . δὲ ὡς εἶδε τὸ παιδίον μέγα τε καὶ εὐειδὲς ἐόν , δακρύσασα καὶ λαβομένη τῶν γουνάτων τοῦ ἀνδρὸς ἐχρήιζε μηδεμιῇ τέχνῃ ἐκθεῖναί μιν . δὲ οὐκ ἔφη οἷός τε εἶναι ἄλλως αὐτὰ ποιέειν · ἐπιφοιτήσειν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους , ἀπολέεσθαί τε κάκιστα ἢν μή σφεα ποιήσῃ . Ὡς δὲ οὐκ ἔπειθε ἄρα τὸν ἄνδρα , δεύτερα λέγει γυνὴ τάδε · ʹ Ἐπεὶ τοίνυν οὐ δύναμαί σε πείθειν μὴ ἐκθεῖναι , σὺ δὲ ὧδε ποίησον · εἰ δὴ πᾶσά γε ἀνάγκη ὀφθῆναι ἐκκείμενον , τέτοκα γὰρ καὶ ἐγώ , τέτοκα δὲ τεθνεός , τοῦτο μὲν φέρων πρόθες , τὸν δὲ τῆς Ἀστυάγεος θυγατρὸς παῖδα ὡς ἐξ ἡμέων ἐόντα τρέφωμεν . Καὶ οὕτω οὔτε σὺ ἁλώσεαι ἀδικέων τοὺς δεσπότας , οὔτε ἡμῖν κακῶς βεβουλευμένα ἔσται · τε γὰρ τεθνεὼς βασιληίης ταφῆς κυρήσει καὶ περιεὼν οὐκ ἀπολέει τὴν ψυχήν . ʹ