1.111 Ταῦτα ἀκούσας βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον ἤιε τὴν αὐτὴν ὀπίσω ὁδὸν καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν . Τῷ δ’ ἄρα καὶ αὐτῷ γυνή , ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην , τότε κως κατὰ δαίμονα τίκτει οἰχομένου τοῦ βουκόλου ἐς πόλιν . Ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι , μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων , δὲ γυνὴ τι οὐκ ἐωθὼς Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα . Ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη , οἷα ἐξ ἀέλπτου ἰδοῦσα γυνὴ εἴρετο προτέρη τι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο . δὲ εἶπε · ʹ γύναι , εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὤφελον μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους . Οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο · ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω . Ὡς δὲ τάχιστα ἐσῆλθον , ὁρέω παιδίον προκείμενον ἀσπαῖρόν τε καὶ κραγγανόμενον , κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ . Ἅρπαγος δὲ ὡς εἶδέ με , ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ θεῖναι ἔνθα θηριωδέστατον εἴη τῶν ὀρέων , φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι , πόλλ’ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι . Καὶ ἐγὼ ἀναλαβὼν ἔφερον , δοκέων τῶν τινος οἰκετέων εἶναι · οὐ γὰρ ἄν κοτε κατέδοξα ἔνθεν γε ἦν . Ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον , πρὸς δὲ καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάγου . Καὶ πρόκατε δὴ κατ’ ὁδὸν πυνθάνομαι τὸν πάντα λόγον θεράποντος ὃς ἐμὲ προπέμπων ἔξω πόλιος ἐνεχείρισε τὸ βρέφος , ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος θυγατρὸς καὶ Καμβύσεω τοῦ Κύρου , καί μιν Ἀστυάγης ἐντέλλεται ἀποκτεῖναι . Νῦν τε ὅδε ἐστί . ʹ