1.110 Ταῦτα εἶπε καὶ αὐτίκα ἄγγελον ἔπεμπε ἐπὶ τῶν βουκόλων τῶν Ἀστυάγεος τὸν ἠπίστατο νομάς τε ἐπιτηδεοτάτας νέμοντα καὶ ὄρεα θηριωδέστατα , τῷ οὔνομα ἦν Μιτραδάτης . Συνοίκεε δὲ ἑωυτοῦ συνδούλῃ , οὔνομα δὲ τῇ γυναικὶ ἦν τῇ συνοίκεε Κυνὼ κατὰ τὴν Ἑλλήνων γλῶσσαν , κατὰ δὲ τὴν Μηδικὴν Σπακώ · τὴν γὰρ κύνα καλέουσι σπάκα Μῆδοι . Αἱ δὲ ὑπώρειαί εἰσι τῶν ὀρέων , ἔνθα τὰς νομὰς τῶν βοῶν εἶχε οὗτος δὴ βουκόλος , πρὸς βορέω τε ἀνέμου τῶν Ἀγβατάνων καὶ πρὸς τοῦ πόντου τοῦ Εὐξείνου . Ταύτῃ μὲν γὰρ Μηδικὴ χώρη πρὸς Σασπείρων ὀρεινή ἐστι κάρτα καὶ ὑψηλή τε καὶ ἴδῃσι συνηρεφής , δὲ ἄλλη Μηδικὴ χώρη ἐστὶ πᾶσα ἄπεδος . Ἐπεὶ ὦν βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο , ἔλεγε Ἅρπαγος τάδε · ʹ Κελεύει σε Ἀστυάγης τὸ παιδίον τοῦτο λαβόντα θεῖναι ἐς τὸ ἐρημότατον τῶν ὀρέων , ὅκως ἂν τάχιστα διαφθαρείη . Καὶ τάδε τοι ἐκέλευσε εἰπεῖν , ἢν μὴ ἀποκτείνῃς αὐτό , ἀλλά τεῳ τρόπῳ περιποιήσῃς , ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεσθαι . Ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι ἐγώ . ʹ