1.109 Τούτοισι ἀμειψάμενος Ἅρπαγος , ὥς οἱ παρεδόθη τὸ παιδίον κεκοσμημένον τὴν ἐπὶ θανάτῳ , ἤιε κλαίων ἐς τὰ οἰκία · παρελθὼν δὲ ἔφραζε τῇ ἑωυτοῦ γυναικὶ τὸν πάντα Ἀστυάγεος ῥηθέντα λόγον . δὲ πρὸς αὐτὸν λέγει · ʹ Νῦν ὦν τί σοὶ ἐν νόῳ ἐστὶ ποιέειν ; ʹ δὲ ἀμείβεται · ʹ Οὐ τῇ ἐνετέλλετο Ἀστυάγης , οὐδ’ εἰ παραφρονήσει τε καὶ μανέεται κάκιον νῦν μαίνεται , οὔ οἱ ἔγωγε προσθήσομαι τῇ γνώμῃ οὐδὲ ἐς φόνον τοιοῦτον ὑπηρετήσω . Πολλῶν δὲ εἵνεκα οὐ φονεύσω μιν , καὶ ὅτι αὐτῷ μοι συγγενής ἐστι παῖς , καὶ ὅτι Ἀστυάγης μέν ἐστι γέρων καὶ ἄπαις ἔρσενος γόνου · εἰ δ’ ἐθελήσει τούτου τελευτήσαντος ἐς τὴν θυγατέρα ταύτην ἀναβῆναι τυραννίς , τῆς νῦν τὸν υἱὸν κτείνει δι’ ἐμέο , ἄλλο τι λείπεται τὸ ἐνθεῦτεν ἐμοὶ κινδύνων μέγιστος ; Ἀλλὰ τοῦ μὲν ἀσφαλέος εἵνεκα ἐμοὶ δεῖ τοῦτον τελευτᾶν τὸν παῖδα , δεῖ μέντοι τῶν τινα Ἀστυάγεος αὐτοῦ φονέα γενέσθαι καὶ μὴ τῶν ἐμῶν . ʹ