1.108 Συνοικεούσης δὲ τῷ Καμβύσῃ τῆς Μανδάνης Ἀστυάγης τῷ πρώτῳ ἔτεϊ εἶδε ἄλλην ὄψιν · ἐδόκεε δέ οἱ ἐκ τῶν αἰδοίων τῆς θυγατρὸς ταύτης φῦναι ἄμπελον , τὴν δὲ ἄμπελον ἐπισχεῖν τὴν Ἀσίην πᾶσαν . Ἰδὼν δὲ τοῦτο καὶ ὑπερθέμενος τοῖσι ὀνειροπόλοισι μετεπέμψατο ἐκ τῶν Περσέων τὴν θυγατέρα ἐπίτοκα ἐοῦσαν , ἀπικομένην δὲ ἐφύλασσε βουλόμενος τὸ γεννώμενον ἐξ αὐτῆς διαφθεῖραι · ἐκ γάρ οἱ τῆς ὄψιος τῶν μάγων οἱ ὀνειροπόλοι ἐσήμαινον ὅτι μέλλοι τῆς θυγατρὸς αὐτοῦ γόνος βασιλεύσειν ἀντὶ ἐκείνου . Ταῦτα δὴ ὦν φυλασσόμενος Ἀστυάγης , ὡς ἐγένετο Κῦρος , καλέσας Ἅρπαγον , ἄνδρα οἰκήιον καὶ πιστότατόν τε Μήδων καὶ πάντων ἐπίτροπον τῶν ἑωυτοῦ , ἔλεγέ οἱ τοιάδε · ʹ Ἅρπαγε , πρῆγμα τὸ ἄν τοι προσθέω , μηδαμῶς παραχρήσῃ , μηδὲ ἐμέ τε παραβάλῃ καὶ ἄλλους ἑλόμενος ἐξ ὑστέρης σοὶ αὐτῷ περιπέσῃς . Λάβε τὸν Μανδάνη ἔτεκε παῖδα , φέρων δὲ ἐς σεωυτοῦ ἀπόκτεινον · μετὰ δὲ θάψον τρόπῳ ὅτεῳ αὐτὸς βούλεαι . ʹ δὲ ἀμείβεται · ʹ βασιλεῦ , οὔτε ἄλλοτέ κω παρεῖδες ἀνδρὶ τῷδε ἄχαρι οὐδέν , φυλασσόμεθα δὲ ἐς σὲ καὶ ἐς τὸν μετέπειτα χρόνον μηδὲν ἐξαμαρτεῖν . Ἀλλ’ εἴ τοι φίλον τοῦτο οὕτω γίνεσθαι , χρὴ δὴ τό γε ἐμὸν ὑπηρετέεσθαι ἐπιτηδέως . ʹ