1.106 Ἐπὶ μέν νυν ὀκτὼ καὶ εἴκοσι ἔτεα ἦρχον τῆς Ἀσίης οἱ Σκύθαι , καὶ τὰ πάντα σφι ὑπό τε ὕβριος καὶ ὀλιγωρίης ἀνάστατα ἦν . Χωρὶς μὲν γὰρ φόρον ἔπρησσον παρ’ ἑκάστων τὸ ἑκάστοισι ἐπέβαλλον , χωρὶς δὲ τοῦ φόρου ἥρπαζον περιελαύνοντες τοῦτο τι ἔχοιεν ἕκαστοι . Καὶ τούτων μὲν τοὺς πλέονας Κυαξάρης τε καὶ Μῆδοι ξεινίσαντες καὶ καταμεθύσαντες κατεφόνευσαν , καὶ οὕτω ἀνεσώσαντο τὴν ἀρχὴν Μῆδοι καὶ ἐπεκράτεον τῶν περ καὶ πρότερον , καὶ τήν τε Νίνον εἷλον ὡς δὲ εἷλον , ἐν ἑτέροισι λόγοισι δηλώσω καὶ τοὺς Ἀσσυρίους ὑποχειρίους ἐποιήσαντο πλὴν τῆς Βαβυλωνίης μοίρης . Μετὰ δὲ ταῦτα Κυαξάρης μέν , βασιλεύσας τεσσεράκοντα ἔτεα σὺν τοῖσι Σκύθαι ἦρξαν , τελευτᾷ .
1.107 Ἐκδέκεται δὲ Ἀστυάγης Κυαξάρεω παῖς τὴν βασιληίην . Καί οἱ ἐγένετο θυγάτηρ τῇ οὔνομα ἔθετο Μανδάνην , τὴν ἐδόκεε Ἀστυάγης ἐν τῷ ὕπνῳ οὐρῆσαι τοσοῦτον ὥστε πλῆσαι μὲν τὴν ἑωυτοῦ πόλιν , ἐπικατακλύσαι δὲ καὶ τὴν Ἀσίην πᾶσαν . Ὑπερθέμενος δὲ τῶν μάγων τοῖσι ὀνειροπόλοισι τὸ ἐνύπνιον , ἐφοβήθη παρ’ αὐτῶν αὐτὰ ἕκαστα μαθών . Μετὰ δὲ τὴν Μανδάνην ταύτην ἐοῦσαν ἤδη ἀνδρὸς ὡραίην Μήδων μὲν τῶν ἑωυτοῦ ἀξίων οὐδενὶ διδοῖ γυναῖκα , δεδοικὼς τὴν ὄψιν , δὲ Πέρσῃ διδοῖ τῷ οὔνομα ἦν Καμβύσης , τὸν εὕρισκε οἰκίης μὲν ἐόντα ἀγαθῆς , τρόπου δὲ ἡσυχίου , πολλῷ ἔνερθε ἄγων αὐτὸν μέσου ἀνδρὸς Μήδου .