1.103 Φραόρτεω δὲ τελευτήσαντος ἐξεδέξατο Κυαξάρης Φραόρτεω τοῦ Δηιόκεω παῖς . Οὗτος λέγεται πολλὸν ἔτι γενέσθαι ἀλκιμώτερος τῶν προγόνων . Καὶ πρῶτός τε ἐλόχισε κατὰ τέλεα τοὺς ἐν τῇ Ἀσίῃ καὶ πρῶτος διέταξε χωρὶς ἑκάστους εἶναι , τούς τε αἰχμοφόρους καὶ τοὺς τοξοφόρους καὶ τοὺς ἱππέας · πρὸ τοῦ δὲ ἀναμὶξ ἦν πάντα ὁμοίως ἀναπεφυρμένα . Οὗτος τοῖσι Λυδοῖσί ἐστι μαχεσάμενος ὅτε νὺξ ἡμέρη ἐγένετό σφι μαχομένοισι , καὶ τὴν Ἅλυος ποταμοῦ ἄνω Ἀσίην πᾶσαν συστήσας ἑωυτῷ . Συλλέξας δὲ τοὺς ὑπ’ ἑωυτῷ ἀρχομένους πάντας ἐστρατεύετο ἐπὶ τὴν Νίνον , τιμωρέων τε τῷ πατρὶ καὶ τὴν πόλιν ταύτην θέλων ἐξελεῖν . Καί οἱ , ὡς συμβαλὼν ἐνίκησε τοὺς Ἀσσυρίους , περικατημένῳ τὴν Νίνον ἐπῆλθε Σκυθέων στρατὸς μέγας , ἦγε δὲ αὐτοὺς βασιλεὺς Σκυθέων Μαδύης Προτοθύεω παῖς · οἳ ἐσέβαλον μὲν ἐς τὴν Ἀσίην Κιμμερίους ἐκβαλόντες ἐκ τῆς Εὐρώπης , τούτοισι δὲ ἐπισπόμενοι φεύγουσι οὕτω ἐς τὴν Μηδικὴν χώρην ἀπίκοντο .