1.104 Ἔστι δὲ ἀπὸ τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Φᾶσιν ποταμὸν καὶ ἐς Κόλχους τριήκοντα ἡμερέων εὐζώνῳ ὁδός , ἐκ δὲ τῆς Κολχίδος οὐ πολλὸν ὑπερβῆναι ἐς τὴν Μηδικήν , ἀλλ’ ἓν τὸ διὰ μέσου ἔθνος αὐτῶν ἐστι , Σάσπειρες , τοῦτο δὲ παραμειβομένοισι εἶναι ἐν τῇ Μηδικῇ . Οὐ μέντοι οἵ γε Σκύθαι ταύτῃ ἐσέβαλον , ἀλλὰ τὴν κατύπερθε ὁδὸν πολλῷ μακροτέρην ἐκτραπόμενοι , ἐν δεξιῇ ἔχοντες τὸ Καυκάσιον ὄρος . Ἐνθαῦτα οἱ μὲν Μῆδοι συμβαλόντες τοῖσι Σκύθῃσι καὶ ἑσσωθέντες τῇ μάχῃ τῆς ἀρχῆς κατελύθησαν , οἱ δὲ Σκύθαι τὴν Ἀσίην πᾶσαν ἐπέσχον . Ἐνθεῦτεν δὲ ἤισαν ἐπ’ Αἴγυπτον .