1.102 Δηιόκεω δὲ παῖς γίνεται Φραόρτης , ὃς τελευτήσαντος Δηιόκεω , βασιλεύσαντος τρία καὶ πεντήκοντα ἔτεα , παρεδέξατο τὴν ἀρχήν . Παραδεξάμενος δὲ οὐκ ἀπεχρᾶτο μούνων Μήδων ἄρχειν , ἀλλὰ στρατευσάμενος ἐπὶ τοὺς Πέρσας πρώτοισί τε τούτοισι ἐπεθήκατο καὶ πρώτους Μήδων ὑπηκόους ἐποίησε . Μετὰ δὲ ἔχων δύο ταῦτα ἔθνεα καὶ ἀμφότερα ἰσχυρά , κατεστρέφετο τὴν Ἀσίην ἀπ’ ἄλλου ἐπ’ ἄλλο ἰὼν ἔθνος , ἐς στρατευσάμενος ἐπὶ τοὺς Ἀσσυρίους καὶ Ἀσσυρίων τούτους οἳ Νίνον εἶχον καὶ ἦρχον πρότερον πάντων , τότε δὲ ἦσαν μεμουνωμένοι μὲν συμμάχων ἅτε ἀπεστεώτων , ἄλλως μέντοι ἑωυτῶν εὖ ἥκοντες , ἐπὶ τούτους δὴ στρατευσάμενος Φραόρτης αὐτός τε διεφθάρη , ἄρξας δύο τε καὶ εἴκοσι ἔτεα , καὶ στρατὸς αὐτοῦ πολλός .