1.99 Ταῦτα μὲν δὴ Δηιόκης ἑωυτῷ τε ἐτείχεε καὶ περὶ τὰ ἑωυτοῦ οἰκία , τὸν δὲ ἄλλον δῆμον πέριξ ἐκέλευε τὸ τεῖχος οἰκέειν . Οἰκοδομηθέντων δὲ πάντων κόσμον τόνδε Δηιόκης πρῶτός ἐστι καταστησάμενος , μήτε ἐσιέναι παρὰ βασιλέα μηδένα , δι’ ἀγγέλων δὲ πάντα χρᾶσθαι , ὁρᾶσθαί τε βασιλέα ὑπὸ μηδενός , πρός τε τούτοισι ἔτι γελᾶν τε καὶ πτύειν καὶ ἅπασι εἶναι ἀντίον τούτου αἰσχρόν . Ταῦτα δὲ περὶ ἑωυτὸν ἐσέμνυνε τῶνδε εἵνεκεν , ὅκως ἂν μὴ ὁρῶντες οἱ ὁμήλικες , ἐόντες σύντροφοί τε ἐκείνῳ καὶ οἰκίης οὐ φλαυροτέρης οὐδὲ ἐς ἀνδραγαθίην λειπόμενοι , λυπεοίατο καὶ ἐπιβουλεύοιεν , ἀλλ’ ἑτεροῖός σφι δοκέοι εἶναι μὴ ὁρῶσι .
1.100 Ἐπείτε δὲ ταῦτα διεκόσμησε καὶ ἐκράτυνε ἑωυτὸν τῇ τυραννίδι , ἦν τὸ δίκαιον φυλάσσων χαλεπός . Καὶ τάς τε δίκας γράφοντες ἔσω παρ’ ἐκεῖνον ἐσπέμπεσκον , καὶ ἐκεῖνος διακρίνων τὰς ἐσφερομένας ἐκπέμπεσκε . Ταῦτα μὲν κατὰ τὰς δίκας ἐποίεε , τάδε δὲ ἄλλα ἐκεκοσμέατό οἱ · εἴ τινα πυνθάνοιτο ὑβρίζοντα , τοῦτον ὅκως μεταπέμψαιτο , κατ’ ἀξίην ἑκάστου ἀδικήματος ἐδικαίου , καί οἱ κατάσκοποί τε καὶ κατήκοοι ἦσαν ἀνὰ πᾶσαν τὴν χώρην τῆς ἦρχε .
1.101 Δηιόκης μέν νυν τὸ Μηδικὸν ἔθνος συνέστρεψε μοῦνον καὶ τούτου ἦρξε . Ἔστι δὲ Μήδων τοσάδε γένεα · Βοῦσαι , Παρητακηνοί , Στρούχατες , Ἀριζαντοί , Βούδιοι , Μάγοι . Γένεα μὲν δὴ Μήδων ἐστὶ τοσάδε . ʹ