1.98 Αὐτίκα δὲ προβαλλομένων ὅντινα στήσονται βασιλέα , Δηιόκης ἦν πολλὸς ὑπὸ παντὸς ἀνδρὸς καὶ προβαλλόμενος καὶ αἰνεόμενος , ἐς τοῦτον καταινέουσι βασιλέα σφίσι εἶναι . δ’ ἐκέλευε αὐτοὺς οἰκία τε ἑωυτῷ ἄξια τῆς βασιληίης οἰκοδομῆσαι καὶ κρατῦναι αὐτὸν δορυφόροισι . Ποιεῦσι δὴ ταῦτα οἱ Μῆδοι · οἰκοδομέουσί τε γὰρ αὐτῷ οἰκία μεγάλα τε καὶ ἰσχυρά , ἵνα αὐτὸς ἔφρασε τῆς χώρης , καὶ δορυφόρους αὐτῷ ἐπιτρέπουσι ἐκ πάντων Μήδων καταλέξασθαι . δέ , ὡς ἔσχε τὴν ἀρχήν , τοὺς Μήδους ἠνάγκασε ἓν πόλισμα ποιήσασθαι καὶ τοῦτο περιστέλλοντας τῶν ἄλλων ἧσσον ἐπιμέλεσθαι . Πειθομένων δὲ καὶ ταῦτα τῶν Μήδων οἰκοδομέει τείχεα μεγάλα τε καὶ καρτερά , ταῦτα τὰ νῦν Ἀγβάτανα κέκληται , ἕτερον ἑτέρῳ κύκλῳ ἐνεστεῶτα . Μεμηχάνηται δὲ οὕτω τοῦτο τὸ τεῖχος ὥστε ἕτερος τοῦ ἑτέρου κύκλος τοῖσι προμαχεῶσι μούνοισί ἐστι ὑψηλότερος . Τὸ μέν κού τι καὶ τὸ χωρίον συμμαχέει κολωνὸς ἐὼν ὥστε τοιοῦτο εἶναι , τὸ δὲ καὶ μᾶλλόν τι ἐπετηδεύθη . Κύκλων δ’ ἐόντων τῶν συναπάντων ἑπτά , ἐν δὴ τῷ τελευταίῳ τὰ βασιλήια ἔνεστι καὶ οἱ θησαυροί . Τὸ δ’ αὐτῶν μέγιστόν ἐστι τεῖχος κατὰ τὸν Ἀθηνέων κύκλον μάλιστά κῃ τὸ μέγαθος . Τοῦ μὲν δὴ πρώτου κύκλου οἱ προμαχεῶνές εἰσι λευκοί , τοῦ δὲ δευτέρου μέλανες , τρίτου δὲ κύκλου φοινίκεοι , τετάρτου δὲ κυάνεοι , πέμπτου δὲ σανδαράκινοι . Τῶν πέντε ὦν τῶν κύκλων οἱ προμαχεῶνες ἠνθισμένοι εἰσὶ φαρμάκοισι · δύο δὲ οἱ τελευταῖοί εἰσι μὲν καταργυρωμένους , δὲ κατακεχρυσωμένους ἔχων τοὺς προμαχεῶνας .