1.97 Πλέονος δὲ αἰεὶ γινομένου τοῦ ἐπιφοιτῶντος , οἷα πυνθανομένων τὰς δίκας ἀποβαίνειν κατὰ τὸ ἐόν , γνοὺς Δηιόκης ἐς ἑωυτὸν πᾶν ἀνακείμενον οὔτε κατίζειν ἔτι ἤθελε ἔνθα περ πρότερον προκατίζων ἐδίκαζε οὔτ’ ἔφη δικᾶν ἔτι · οὐ γάρ οἱ λυσιτελέειν τῶν ἑωυτοῦ ἐξημεληκότα τοῖσι πέλας δι’ ἡμέρης δικάζειν . Ἐούσης ὦν ἁρπαγῆς καὶ ἀνομίης ἔτι πολλῷ μᾶλλον ἀνὰ τὰς κώμας πρότερον ἦν , συνελέχθησαν οἱ Μῆδοι ἐς τὠυτὸ καὶ ἐδίδοσαν σφίσι λόγον , λέγοντες περὶ τῶν κατηκόντων ὡς δ’ ἐγὼ δοκέω , μάλιστα ἔλεγον οἱ τοῦ Δηιόκεω φίλοι · ʹ Οὐ γὰρ δὴ τρόπῳ τῷ παρεόντι χρεώμενοι δυνατοί εἰμεν οἰκέειν τὴν χώρην , φέρε στήσωμεν ἡμέων αὐτῶν βασιλέα · καὶ οὕτω τε χώρη εὐνομήσεται καὶ αὐτοὶ πρὸς ἔργα τρεψόμεθα οὐδὲ ὑπ’ ἀνομίης ἀνάστατοι ἐσόμεθα . ʹ Ταῦτά κῃ λέγοντες πείθουσι ἑωυτοὺς βασιλεύεσθαι .