1.96 Ἐόντων δὲ αὐτονόμων πάντων ἀνὰ τὴν ἤπειρον , ὧδε αὖτις ἐς τυραννίδα περιῆλθον . Ἀνὴρ ἐν τοῖσι Μήδοισι ἐγένετο σοφὸς τῷ οὔνομα ἦν Δηιόκης , παῖς δὲ ἦν Φραόρτεω . Οὗτος Δηιόκης ἐρασθεὶς τυραννίδος ἐποίεε τοιάδε . Κατοικημένων τῶν Μήδων κατὰ κώμας , ἐν τῇ ἑωυτοῦ ἐὼν καὶ πρότερον δόκιμος καὶ μᾶλλόν τι καὶ προθυμότερον δικαιοσύνην ἐπιθέμενος ἤσκεε , καὶ ταῦτα μέντοι ἐούσης ἀνομίης πολλῆς ἀνὰ πᾶσαν τὴν Μηδικὴν ἐποίεε , ἐπιστάμενος ὅτι τῷ δικαίῳ τὸ ἄδικον πολέμιόν ἐστι . Οἱ δ’ ἐκ τῆς αὐτῆς κώμης Μῆδοι ὁρῶντες αὐτοῦ τοὺς τρόπους δικαστήν μιν ἑωυτῶν αἱρέοντο · δὲ δή , οἷα μνώμενος ἀρχήν , ἰθύς τε καὶ δίκαιος ἦν . Ποιέων τε ταῦτα ἔπαινον εἶχε οὐκ ὀλίγον πρὸς τῶν πολιητέων , οὕτω ὥστε πυνθανόμενοι οἱ ἐν τῇσι ἄλλῃσι κώμῃσι ὡς Δηιόκης εἴη ἀνὴρ μοῦνος κατὰ τὸ ὀρθὸν δικάζων , πρότερον περιπίπτοντες ἀδίκοισι γνώμῃσι , τότε , ἐπείτε ἤκουσαν , ἄσμενοι ἐφοίτων παρὰ τὸν Δηιόκην καὶ αὐτοὶ δικασόμενοι , τέλος δὲ οὐδενὶ ἄλλῳ ἐπετρέποντο .