1.95 Ἐπιδίζηται δὲ δὴ τὸ ἐνθεῦτεν ἡμῖν λόγος τόν τε Κῦρον ὅστις ἐὼν τὴν Κροίσου ἀρχὴν κατεῖλε , καὶ τοὺς Πέρσας ὅτεῳ τρόπῳ ἡγήσαντο τῆς Ἀσίης . Ὡς ὦν Περσέων μετεξέτεροι λέγουσι , οἱ μὴ βουλόμενοι σεμνοῦν τὰ περὶ Κῦρον ἀλλὰ τὸν ἐόντα λέγειν λόγον , κατὰ ταῦτα γράψω , ἐπιστάμενος περὶ Κύρου καὶ τριφασίας ἄλλας λόγων ὁδοὺς φῆναι . Ἀσσυρίων ἀρχόντων τῆς ἄνω Ἀσίης ἐπ’ ἔτεα εἴκοσι καὶ πεντακόσια , πρῶτοι ἀπ’ αὐτῶν Μῆδοι ἤρξαντο ἀπίστασθαι · καί κως οὗτοι περὶ τῆς ἐλευθερίης μαχεσάμενοι τοῖσι Ἀσσυρίοισι ἐγένοντο ἄνδρες ἀγαθοὶ καὶ ἀπωσάμενοι τὴν δουλοσύνην ἐλευθερώθησαν . Μετὰ δὲ τούτους καὶ τὰ ἄλλα ἔθνεα ἐποίεε τὠυτὸ τοῖσι Μήδοισι .