1.94 Λυδοὶ δὲ νόμοισι μὲν παραπλησίοισι χρέωνται καὶ Ἕλληνες , χωρὶς ὅτι τὰ θήλεα τέκνα καταπορνεύουσι . Πρῶτοι δὲ ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν νόμισμα χρυσοῦ καὶ ἀργύρου κοψάμενοι ἐχρήσαντο , πρῶτοι δὲ καὶ κάπηλοι ἐγένοντο . Φασὶ δὲ αὐτοὶ Λυδοὶ καὶ τὰς παιγνίας τὰς νῦν σφίσι τε καὶ Ἕλλησι κατεστεώσας ἑωυτῶν ἐξεύρημα γενέσθαι . Ἅμα δὲ ταύτας τε ἐξευρεθῆναι παρὰ σφίσι λέγουσι καὶ Τυρσηνίην ἀποικίσαι , ὧδε περὶ αὐτῶν λέγοντες . Ἐπὶ Ἄτυος τοῦ Μάνεω βασιλέος σιτοδείην ἰσχυρὴν ἀνὰ τὴν Λυδίην πᾶσαν γενέσθαι · καὶ τοὺς Λυδοὺς τέως μὲν διάγειν λιπαρέοντας , μετὰ δέ , ὡς οὐ παύεσθαι , ἄκεα δίζησθαι , ἄλλον δὲ ἄλλο ἐπιμηχανᾶσθαι αὐτῶν . Ἐξευρεθῆναι δὴ ὦν τότε καὶ τῶν κύβων καὶ τῶν ἀστραγάλων καὶ τῆς σφαίρης καὶ τῶν ἀλλέων πασέων παιγνιέων τὰ εἴδεα , πλὴν πεσσῶν · τούτων γὰρ ὦν τὴν ἐξεύρεσιν οὐκ οἰκηιοῦνται Λυδοί . Ποιέειν δὲ ὧδε πρὸς τὸν λιμὸν ἐξευρόντας · τὴν μὲν ἑτέρην τῶν ἡμερέων παίζειν πᾶσαν , ἵνα δὴ μὴ ζητέοιεν σιτία , τὴν δὲ ἑτέρην σιτέεσθαι παυομένους τῶν παιγνιέων . Τοιούτῳ τρόπῳ διάγειν ἐπ’ ἔτεα δυῶν δέοντα εἴκοσι . Ἐπείτε δὲ οὐκ ἀνιέναι τὸ κακόν , ἀλλ’ ἔτι ἐπὶ μᾶλλον βιάζεσθαι , οὕτω δὴ τὸν βασιλέα αὐτῶν δύο μοίρας διελόντα Λυδῶν πάντων κληρῶσαι τὴν μὲν ἐπὶ μονῇ , τὴν δ’ ἐπὶ ἐξόδῳ ἐκ τῆς χώρης , καὶ ἐπὶ μὲν τῇ μένειν αὐτοῦ λαγχανούσῃ τῶν μοιρέων ἑωυτὸν τὸν βασιλέα προστάσσειν , ἐπὶ δὲ τῇ ἀπαλλασσομένῃ τὸν ἑωυτοῦ παῖδα , τῷ οὔνομα εἶναι Τυρσηνόν . Λαχόντας δὲ αὐτῶν τοὺς ἑτέρους ἐξιέναι ἐκ τῆς χώρης καὶ καταβῆναι ἐς Σμύρνην καὶ μηχανήσασθαι πλοῖα , ἐς τὰ ἐσθεμένους τὰ πάντα , ὅσα σφι ἦν χρηστὰ ἔπιπλα , ἀποπλέειν κατὰ βίου τε καὶ γῆς ζήτησιν , ἐς ἔθνεα πολλὰ παραμειψαμένους ἀπικέσθαι ἐς Ὀμβρικούς , ἔνθα σφέας ἐνιδρύσασθαι πόλις καὶ οἰκέειν τὸ μέχρι τοῦδε . Ἀντὶ δὲ Λυδῶν μετονομασθῆναι αὐτοὺς ἐπὶ τοῦ βασιλέος τοῦ παιδός , ὅς σφεας ἀνήγαγε · ἐπὶ τούτου τὴν ἐπωνυμίην ποιευμένους ὀνομασθῆναι Τυρσηνούς . Λυδοὶ μὲν δὴ ὑπὸ Πέρσῃσι ἐδεδούλωντο .