1.93 Θώματα δὲ γῆ Λυδίη ἐς συγγραφὴν οὐ μάλα ἔχει , οἷά τε καὶ ἄλλη χώρη , πάρεξ τοῦ ἐκ τοῦ Τμώλου καταφερομένου ψήγματος . Ἓν δὲ ἔργον πολλὸν μέγιστον παρέχεται χωρὶς τῶν τε Αἰγυπτίων ἔργων καὶ τῶν Βαβυλωνίων · ἔστι αὐτόθι Ἀλυάττεω τοῦ Κροίσου πατρὸς σῆμα , τοῦ κρηπὶς μέν ἐστι λίθων μεγάλων , τὸ δὲ ἄλλο σῆμα χῶμα γῆς . Ἐξεργάσαντο δέ μιν οἱ ἀγοραῖοι ἄνθρωποι καὶ οἱ χειρώνακτες καὶ αἱ ἐνεργαζόμεναι παιδίσκαι . Οὖροι δὲ πέντε ἐόντες ἔτι καὶ ἐς ἐμὲ ἦσαν ἐπὶ τοῦ σήματος ἄνω , καί σφι γράμματα ἐνεκεκόλαπτο τὰ ἕκαστοι ἐξεργάσαντο · καὶ ἐφαίνετο μετρεόμενον τὸ τῶν παιδισκέων ἔργον ἐὸν μέγιστον . Τοῦ γὰρ δὴ Λυδῶν δήμου αἱ θυγατέρες πορνεύονται πᾶσαι , συλλέγουσαι σφίσι φερνάς , ἐς ἂν συνοικήσωσι τοῦτο ποιεῦσαι · ἐκδιδοῦσι δὲ αὐταὶ ἑωυτάς . μὲν δὴ περίοδος τοῦ σήματός εἰσι στάδιοι ἓξ καὶ δύο πλέθρα , τὸ δὲ εὖρός ἐστι πλέθρα τρία καὶ δέκα · λίμνη δὲ ἔχεται τοῦ σήματος μεγάλη , τὴν λέγουσι Λυδοὶ αἰείναον εἶναι · καλέεται δὲ αὕτη Γυγαίη . Τοῦτο μὲν δὴ τοιοῦτό ἐστι .