1.92 Κατὰ μὲν δὴ τὴν Κροίσου τε ἀρχὴν καὶ Ἰωνίης τὴν πρώτην καταστροφὴν ἔσχε οὕτω . Κροίσῳ δὲ ἔστι καὶ ἄλλα ἀναθήματα ἐν τῇ Ἑλλάδι πολλὰ καὶ οὐ τὰ εἰρημένα μοῦνα · ἐν μὲν γὰρ Θήβῃσι τῇσι Βοιωτῶν τρίπους χρύσεος , τὸν ἀνέθηκε τῷ Ἀπόλλωνι τῷ Ἰσμηνίῳ , ἐν δὲ Ἐφέσῳ αἵ τε βόες αἱ χρύσεαι καὶ τῶν κιόνων αἱ πολλαί , ἐν δὲ Προνηίης τῆς ἐν Δελφοῖσι ἀσπὶς χρυσέη μεγάλη . Ταῦτα μὲν καὶ ἔτι ἐς ἐμὲ ἦν περιεόντα , τὰ δ’ ἐξαπόλωλε τὰ τῶν ἀναθημάτων · τὰ δ’ ἐν Βραγχίδῃσι τῇσι Μιλησίων ἀναθήματα Κροίσῳ , ὡς ἐγὼ πυνθάνομαι , ἴσα τε σταθμὸν ἦν καὶ ὅμοια τοῖσι ἐν Δελφοῖσι . Τὰ μέν νυν ἔς τε Δελφοὺς καὶ ἐς τοῦ Ἀμφιάρεω ἀνέθηκε οἰκήιά τε ἐόντα καὶ τῶν πατρωίων χρημάτων ἀπαρχήν , τὰ δὲ ἄλλα ἀναθήματα ἐξ ἀνδρὸς ἐγένετο οὐσίης ἐχθροῦ , ὅς οἱ πρὶν βασιλεῦσαι ἀντιστασιώτης κατεστήκεε συσπεύδων Πανταλέοντι γενέσθαι τὴν Λυδῶν ἀρχήν . δὲ Πανταλέων ἦν Ἀλυάττεω μὲν παῖς , Κροίσου δὲ ἀδελφεὸς οὐκ ὁμομήτριος · Κροῖσος μὲν γὰρ ἐκ Καείρης ἦν γυναικὸς Ἀλυάττῃ , Πανταλέων δὲ ἐξ Ἰάδος . Ἐπείτε δὲ δόντος τοῦ πατρὸς ἐκράτησε τῆς ἀρχῆς Κροῖσος , τὸν ἄνθρωπον τὸν ἀντιπρήσσοντα ἐπὶ κνάφου ἕλκων διέφθειρε , τὴν δὲ οὐσίην αὐτοῦ ἔτι πρότερον κατιρώσας τότε τρόπῳ τῷ εἰρημένῳ ἀνέθηκε ἐς τὰ εἴρηται . Καὶ περὶ μὲν ἀναθημάτων τοσαῦτα εἰρήσθω