1.91 Ἀπικομένοισι δὲ τοῖσι Λυδοῖσι καὶ λέγουσι τὰ ἐντεταλμένα τὴν Πυθίην λέγεται εἰπεῖν τάδε · ʹ Τὴν πεπρωμένην μοῖραν ἀδύνατά ἐστι ἀποφυγεῖν καὶ θεῷ . Κροῖσος δὲ πέμπτου γονέος ἁμαρτάδα ἐξέπλησε , ὃς ἐὼν δορυφόρος Ἡρακλειδέων δόλῳ γυναικηίῳ ἐπισπόμενος ἐφόνευσε τὸν δεσπότην καὶ ἔσχε τὴν ἐκείνου τιμὴν οὐδέν οἱ προσήκουσαν . Προθυμεομένου δὲ Λοξίεω ὅκως ἂν κατὰ τοὺς παῖδας τοῦ Κροίσου γένοιτο τὸ Σαρδίων πάθος καὶ μὴ κατ’ αὐτὸν Κροῖσον , οὐκ οἷός τε ἐγένετο παραγαγεῖν Μοίρας . Ὅσον δὲ ἐνέδωκαν αὗται , ἤνυσέ τε καὶ ἐχαρίσατό οἱ · τρία γὰρ ἔτεα ἐπανεβάλετο τὴν Σαρδίων ἅλωσιν · καὶ τοῦτο ἐπιστάσθω Κροῖσος , ὡς ὕστερον τοῖσι ἔτεσι τούτοισι ἁλοὺς τῆς πεπρωμένης . Δεύτερα δὲ τούτων καιομένῳ αὐτῷ ἐπήρκεσε . Κατὰ δὲ τὸ μαντήιον τὸ γενόμενον οὐκ ὀρθῶς Κροῖσος μέμφεται . Προηγόρευε γάρ οἱ Λοξίης , ἢν στρατεύηται ἐπὶ Πέρσας , μεγάλην ἀρχὴν αὐτὸν καταλύσειν . Τὸν δὲ πρὸς ταῦτα χρῆν , εὖ μέλλοντα βουλεύεσθαι , ἐπειρέσθαι πέμψαντα κότερα τὴν ἑωυτοῦ τὴν Κύρου λέγοι ἀρχήν . Οὐ συλλαβὼν δὲ τὸ ῥηθὲν οὐδ’ ἐπανειρόμενος ἑωυτὸν αἴτιον ἀποφαινέτω . Καὶ τὸ τελευταῖον χρηστηριαζομένῳ εἶπε τὰ εἶπε Λοξίης περὶ ἡμιόνου , οὐδὲ τοῦτο συνέλαβε . Ἦν γὰρ δὴ Κῦρος οὗτος ἡμίονος · ἐκ γὰρ δυῶν οὐκ ὁμοεθνέων ἐγεγόνεε , μητρὸς ἀμείνονος , πατρὸς δὲ ὑποδεεστέρου · μὲν γὰρ ἦν Μηδὶς καὶ Ἀστυάγεος θυγάτηρ τοῦ Μήδων βασιλέος , δὲ Πέρσης τε ἦν καὶ ἀρχόμενος ὑπ’ ἐκείνοισι , καὶ ἔνερθε ἐὼν τοῖσι ἅπασι δεσποίνῃ τῇ ἑωυτοῦ συνοίκεε . ʹ Ταῦτα μὲν Πυθίη ὑπεκρίνατο τοῖσι Λυδοῖσι , οἱ δὲ ἀνήνεικαν ἐς Σάρδις καὶ ἀπήγγειλαν Κροίσῳ . δὲ ἀκούσας συνέγνω ἑωυτοῦ εἶναι τὴν ἁμαρτάδα καὶ οὐ τοῦ θεοῦ . ʹ