1.88 μὲν ταῦτα ἔλεγε , Κῦρος δὲ αὐτὸν λύσας κατεῖσέ τε ἐγγὺς ἑωυτοῦ καὶ κάρτα ἐν πολλῇ προμηθίῃ εἶχε , ἀπεθώμαζέ τε ὁρέων καὶ αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἐόντες πάντες . δὲ συννοίῃ ἐχόμενος ἥσυχος ἦν . Μετὰ δὲ ἐπιστραφείς τε καὶ ἰδόμενος τοὺς Πέρσας τὸ τῶν Λυδῶν ἄστυ κεραΐζοντας εἶπε · ʹ βασιλεῦ , κότερον λέγειν πρὸς σὲ τὰ νοέων τυγχάνω σιγᾶν ἐν τῷ παρεόντι χρή ; ʹ Κῦρος δέ μιν θαρσέοντα ἐκέλευε λέγειν τι βούλοιτο . δὲ αὐτὸν εἰρώτα λέγων · ʹ Οὗτος πολλὸς ὅμιλος τί ταῦτα πολλῇ σπουδῇ ἐργάζεται ; ʹ δὲ εἶπε · ʹ Πόλιν τε τὴν σὴν διαρπάζει καὶ χρήματα τὰ σὰ διαφορέει . ʹ Κροῖσος δὲ ἀμείβετο · ʹ Οὔτε πόλιν τὴν ἐμὴν οὔτε χρήματα τὰ ἐμὰ διαρπάζει · οὐδὲν γὰρ ἐμοὶ ἔτι τούτων μέτα · ἀλλὰ φέρουσί τε καὶ ἄγουσι τὰ σά .