1.89 Κύρῳ δὲ ἐπιμελὲς ἐγένετο τὰ Κροῖσος εἶπε , μεταστησάμενος δὲ τοὺς ἄλλους εἴρετο Κροῖσον τι οἱ ἐνορῴη ἐν τοῖσι ποιευμένοισι . δὲ εἶπε · ʹ Ἐπείτε με θεοὶ ἔδωκαν δοῦλον σοί , δικαιῶ , εἴ τι ἐνορέω πλέον , σημαίνειν σοί . Πέρσαι , φύσιν ἐόντες ὑβρισταί , εἰσὶ ἀχρήματοι . Ἢν ὦν σὺ τούτους περιίδῃς διαρπάσαντας καὶ κατασχόντας χρήματα μεγάλα , τάδε τοι ἐξ αὐτῶν ἐπίδοξα γενέσθαι · ὃς ἂν αὐτῶν πλεῖστα κατάσχῃ , τοῦτον προσδέκεσθαί τοι ἐπαναστησόμενον . Νῦν ὦν ποίησον ὧδε , εἴ τοι ἀρέσκει τὰ ἐγὼ λέγω · κάτισον τῶν δορυφόρων ἐπὶ πάσῃσι τῇσι πύλῃσι φυλάκους , οἳ λεγόντων πρὸς τοὺς ἐκφέροντας τὰ χρήματα ἀπαιρεόμενοι ὥς σφεα ἀναγκαίως ἔχει δεκατευθῆναι τῷ Διί . Καὶ σύ τέ σφι οὐκ ἀπεχθήσεαι βίῃ ἀπαιρεόμενος τὰ χρήματα , καὶ ἐκεῖνοι συγγνόντες ποιέειν σε δίκαια ἑκόντες προήσουσι . ʹ