1.87 Ἐνθαῦτα λέγεται ὑπὸ Λυδῶν Κροῖσον μαθόντα τὴν Κύρου μετάγνωσιν , ὡς ὥρα πάντα μὲν ἄνδρα σβεννύντα τὸ πῦρ , δυναμένους δὲ οὐκέτι καταλαβεῖν , ἐπιβώσασθαι τὸν Ἀπόλλωνα ἐπικαλεόμενον , εἴ τί οἱ κεχαρισμένον ἐξ αὐτοῦ ἐδωρήθη , παραστῆναι καὶ ῥύσασθαί μιν ἐκ τοῦ παρεόντος κακοῦ . Τὸν μὲν δακρύοντα ἐπικαλέεσθαι τὸν θεόν , ἐκ δὲ αἰθρίης τε καὶ νηνεμίης συνδραμεῖν ἐξαπίνης νέφεα καὶ χειμῶνά τε καταρραγῆναι καὶ ὗσαι ὕδατι λαβροτάτῳ , κατασβεσθῆναί τε τὴν πυρήν . Οὕτω δὴ μαθόντα τὸν Κῦρον ὡς εἴη Κροῖσος καὶ θεοφιλὴς καὶ ἀνὴρ ἀγαθός , καταβιβάσαντα αὐτὸν ἀπὸ τῆς πυρῆς εἰρέσθαι τάδε · ʹ Κροῖσε , τίς σε ἀνθρώπων ἀνέγνωσε ἐπὶ γῆν τὴν ἐμὴν στρατευσάμενον πολέμιον ἀντὶ φίλου ἐμοὶ καταστῆναι ; ʹ δὲ εἶπε · ʹ βασιλεῦ , ἐγὼ ταῦτα ἔπρηξα τῇ σῇ μὲν εὐδαιμονίῃ , τῇ ἐμεωυτοῦ δὲ κακοδαιμονίῃ · αἴτιος δὲ τούτων ἐγένετο Ἑλλήνων θεὸς ἐπάρας ἐμὲ στρατεύεσθαι . Οὐδεὶς γὰρ οὕτω ἀνόητός ἐστι ὅστις πόλεμον πρὸ εἰρήνης αἱρέεται · ἐν μὲν γὰρ τῇ οἱ παῖδες τοὺς πατέρας θάπτουσι , ἐν δὲ τῷ οἱ πατέρες τοὺς παῖδας . Ἀλλὰ ταῦτα δαίμοσί κου φίλον ἦν οὕτω γενέσθαι . ʹ