1.86 Οἱ δὲ Πέρσαι τάς τε δὴ Σάρδις ἔσχον καὶ αὐτὸν Κροῖσον ἐζώγρησαν , ἄρξαντα ἔτεα τεσσερεσκαίδεκα καὶ τεσσερεσκαίδεκα ἡμέρας πολιορκηθέντα , κατὰ τὸ χρηστήριόν τε καταπαύσαντα τὴν ἑωυτοῦ μεγάλην ἀρχήν . Λαβόντες δὲ αὐτὸν οἱ Πέρσαι ἤγαγον παρὰ Κῦρον . δὲ συννήσας πυρὴν μεγάλην ἀνεβίβασε ἐπ’ αὐτὴν τὸν Κροῖσόν τε ἐν πέδῃσι δεδεμένον καὶ δὶς ἑπτὰ Λυδῶν παρ’ αὐτὸν παῖδας , ἐν νόῳ ἔχων εἴτε δὴ ἀκροθίνια ταῦτα καταγιεῖν θεῶν ὅτεῳ δή , εἴτε καὶ εὐχὴν ἐπιτελέσαι θέλων , εἴτε καὶ πυθόμενος τὸν Κροῖσον εἶναι θεοσεβέα τοῦδε εἵνεκεν ἀνεβίβασε ἐπὶ τὴν πυρήν , βουλόμενος εἰδέναι εἴ τίς μιν δαιμόνων ῥύσεται τοῦ μὴ ζώοντα κατακαυθῆναι . Τὸν μὲν δὴ ποιέειν ταῦτα . Τῷ δὲ Κροίσῳ ἑστεῶτι ἐπὶ τῆς πυρῆς ἐσελθεῖν , καίπερ ἐν κακῷ ἐόντι τοσούτῳ , τὸ τοῦ Σόλωνος , ὥς οἱ εἴη σὺν θεῷ εἰρημένον , τὸ ʹ μηδένα εἶναι τῶν ζωόντων ὄλβιον ʹ . Ὡς δὲ ἄρα μιν προσστῆναι τοῦτο , ἀνενεικάμενόν τε καὶ ἀναστενάξαντα ἐκ πολλῆς ἡσυχίης ἐς τρὶς ὀνομάσαι ʹ Σόλων ʹ . Καὶ τὸν Κῦρον ἀκούσαντα κελεῦσαι τοὺς ἑρμηνέας ἐπειρέσθαι τὸν Κροῖσον τίνα τοῦτον ἐπικαλέοιτο , καὶ τοὺς προσελθόντας ἐπειρωτᾶν . Κροῖσον δὲ τέως μὲν σιγὴν ἔχειν εἰρωτώμενον , μετὰ δέ , ὡς ἠναγκάζετο , εἰπεῖν · ʹ Τὸν ἂν ἐγὼ πᾶσι τυράννοισι προετίμησα μεγάλων χρημάτων ἐς λόγους ἐλθεῖν . ʹ Ὡς δέ σφι ἄσημα ἔφραζε , πάλιν ἐπειρώτων τὰ λεγόμενα . Λιπαρεόντων δὲ αὐτῶν καὶ ὄχλον παρεχόντων , ἔλεγε δὴ ὡς ἦλθε ἀρχὴν Σόλων ἐὼν Ἀθηναῖος , καὶ θεησάμενος πάντα τὸν ἑωυτοῦ ὄλβον ἀποφλαυρίσειε οἷα δὴ εἴπας , ὥς τε αὐτῷ πάντα ἀποβεβήκοι τῇ περ ἐκεῖνος εἶπε , οὐδέν τι μᾶλλον ἐς ἑωυτὸν λέγων οὐκ ἐς ἅπαν τὸ ἀνθρώπινον καὶ μάλιστα τοὺς παρὰ σφίσι αὐτοῖσι ὀλβίους δοκέοντας εἶναι . Τὸν μὲν Κροῖσον ταῦτα ἀπηγέεσθαι , τῆς δὲ πυρῆς ἤδη ἁμμένης καίεσθαι τὰ περιέσχατα . Καὶ τὸν Κῦρον ἀκούσαντα τῶν ἑρμηνέων τὰ Κροῖσος εἶπε , μεταγνόντα τε καὶ ἐννώσαντα ὅτι καὶ αὐτὸς ἄνθρωπος ἐὼν ἄλλον ἄνθρωπον , γενόμενον ἑωυτοῦ εὐδαιμονίῃ οὐκ ἐλάσσω , ζώοντα πυρὶ διδοίη , πρός τε τούτοισι δείσαντα τὴν τίσιν καὶ ἐπιλεξάμενον ὡς οὐδὲν εἴη τῶν ἐν ἀνθρώποισι ἀσφαλέως ἔχον , κελεύειν σβεννύναι τὴν ταχίστην τὸ καιόμενον πῦρ καὶ καταβιβάζειν Κροῖσόν τε καὶ τοὺς μετὰ Κροίσου . Καὶ τοὺς πειρωμένους οὐ δύνασθαι ἔτι τοῦ πυρὸς ἐπικρατῆσαι .